Ancient Greek
58.9
Nicolaus, Progymnasmata 58.9
Unproofread scanNot analysed yet
ἔπειτα μετ’ αὐτὸν τῇ παραφράσει τῆς χρείας, ἐπὶ ταύτῃ ΠΡΟΓΓΥΜΝΑΣΜΑΤΑ (ΓΝΩΜΗ) <Περὶ γνώμης. >Γνώμη ἐστὶν ἀπόφανσις καθολική, συμβουλήν τινα καὶ παραίνεσιν ἔχουσα πρὸς τι τῶν ἐν τῷ βίῳ χρησίμων. Διαφέρει δὲ τῆς χρείας, κοινωνοῦσα κατὰ τὴν πᾶσαν διαίρεσιν, πρῶτον μὲν ἐκείνῃ, ὅτι ἡ μὲν χρεία καὶ ἐν λόγοις ἐστὶ καὶ ἐν πράξεσιν, ἡ δὲ γνώμη ἐν λόγοις μόνοις· εἶτα ὅτι ἡ μὲν γνώμη ἀπόφανσίς ἐστι καθολικὴ καὶ οὐ πάντως εἰς πρόσωπον ἀναφέρεται, ἡ δὲ τὴν ἀναφορὰν πάντως εἰς πρόσωπον ἔχει· πρὸς τούτοις, ὅτι ἡ μὲν χρεία ἐκ περιστάσεώς τινος σύγκειται, ἡ δὲ γνώμη ἐν πλήθει λόγων· ἐνθυμηματικὴν ἀπόδειξιν ἔχουσα τοῦ κειμένου [καὶ] καθολικὴν ἄμα ποιεῖται παραίνεσιν· ἐφ’ ἅπασιν [ἥ] ὅτι ἡ μὲν γνώμη πάντως ἢ αἵρεσιν ἀγαθοῦ ἢ φυγὴν κακοῦ εἰσῄγεται, ἡ δὲ χρεία καὶ χαριεντισμοῦ ἕνεκα μόνον παραλαμβάνεται· εὑροὶ <δ’> ἄν τις οὐκ ὀλίγας διαφορὰς <καὶ ἄλλας>. ἐπεὶ δὲ