Ancient Greek
63.4
Nicolaus, Progymnasmata 63.4
Unproofread scanNot analysed yet
<Περὶ ἀνασκευῆς καὶ κατασκευῆς. >Μετὰ τὴν γνώμην τακτέον τὴν ἀνασκευὴν καὶ κατασκευὴν. αὐταὶ γὰρ ἐγχεγυμνασμένους ἡμᾶς ἤδη διὰ τῆς χρείας καὶ τῆς γνώμης ταῖς παραδειγματικαῖς καὶ ἐνθυμηματικαῖς ἀποδείξεσι λαβοῦσαι διδάσκουσι διὰ πλειόνων, πῶς δεῖ τοὺς πρὸς τὰς ἀντιθέσεις ἀγῶνας δέχεσθαι, δι’ ὧν καὶ ἐν ταῖς τελείαις ὑποθέσεσι δυνησόμεθα τὰ παρὰ τῶν ἐναντίων φερόμενα λύειν τε καὶ πρὸς τὸ δοκοῦν ἡμῖν κατασκευάζειν εὐχερῶς.