Ancient Greek
66.2
Nicolaus, Progymnasmata 66.2
Unproofread scanNot analysed yet
Ἐπὶ δὲ πρὸς τούτοις κάκεινο γνωστέον, ὅτι οὐδὲν κωλύσει καὶ ἐν μέρος τοῦ διγήματος ὑπὸ πλείονα ἄνάγεσθαι κεφάλαια, οἷον εἰ τύχοι ὑπὸ ἀσύμφρονον καὶ ὑπὸ τὸ ἀπίθανον καὶ ὑπὸ ἑτέρου. καὶ χρυσόμεθα μὲν αὐτῷ ἐν ἅπασιν, τῇ περὶ τὴν ἐργασίαν διαφορᾷ τὴν ἐξαλλαγὴν μηχανησόμεθα. τὸ δὲ ἀγωνιστικώτατον καὶ μάλιστα ἡμῖν συμβαλλόμενον κεφάλαιον τὸ καλούμενον μαχόμενον, ὅπου τοῦτον ὥσπερ ἀντιλέγοντα αὐτὸν ἑαυτῷ καὶ ἐναντίως δείκνυμεν λέγοντα. καὶ τοῦτου μάρτυς ὁ Δημοσθένης, ἐν τῷ αὐτῷ λόγῳ μετὰ τὴν ἄλλων νόμων ἐκτέασιν, οἷς ἐναντίος ἦν ὁ Τιμοκράτους, ὑπ’ αὐτοῦ τοῦ Τιμοκράτους πρότερον εἰσενεχθέντα ἤδη νόμον ἀναγιγνώσκων καὶ δεικνὺς τὸν νῦν ἐναντίον.