Ancient Greek
74.1
Nicolaus, Progymnasmata 74.1
Unproofread scanNot analysed yet
ΝΙΚΟΛΛΑΟΥ σκομεν γὰρ τοὺς τε ἄλλους ῥήτορας καὶ αὐτὸν τὸν Δημοσθένην πολλάκις μετὰ τὸ τὴν πᾶσαν ἐργάσασθαι ὑπόθεσιν ἐν αὐτῷ τῷ μέλλειν ἀπεσθαι τῶν ἐπιλόγων οἷον προοιμίοις τισὶ κεχρημένον, δι’ ὧν προσέχειαν ἐργάζεται. καὶ ἐστιν ὅλως καὶ ἡ τῶν προοιμίων καὶ ἡ τῶν ἐπιλόγων χρῆσις παρ’ αὐτῷ διάφορος· ταῖς τε γὰρ προοιμιακαῖς ἐννοίαις καὶ ἐν ἀρχῇ καὶ ἐν μέσοις κέχρηται τοῖς λόγοις καὶ δὴ καὶ πρὸς τῷ τέλει, καὶ [πρὸς] αὐτοῖς ἤδη τοῖς ἐπιλόγοις ἐν τε τοῖς μέσοις καὶ ἐν τέλει. οὐδὲν ἂν κωλύοι καὶ <ἐν κοινῷ τόπῳ> προοιμιάζεσθαι. εἰ δέ, ὅτι [καὶ] δευτερολογία ἐστὶ, καὶ διὰ τοῦτο παραιτοῦνται τὰ προοίμια, τεχνικῷ μὲν κέχρηνται λόγῳ· πάντα γάρ, ὅσα διὰ προοιμίων δεῖ ἐργάζεσθαι, ὁ πρότερος ἔσχε λόγος· ὅμως καὶ οὕτως <χρὴ τινὰς εἶναι προοιμιακὰς ἐννοίας, ὡς ἂν μὴ καὶ οὕτως> ἀκέφαλος φαίνεται ὁ λόγος· δέδεικται γάρ, ὅτι κεφαλῆς τάξιν ἐπέχει τὰ προοίμια, καὶ φαίνεται καὶ ὁ Δημοσθένης ἐν ταῖς δευτερολογίαις αὐτοῖς χρησάμενος, οἷον ἐν τῷ Κατὰ Ἀνδροτίωνος καὶ ἐν τῷ Κατὰ Τιμοκράτους, καὶ μέντοι καὶ ἐν τῷ Πρὸς Λεπτίνην, εἰ καὶ βραχύ,