Ancient Greek
75.1
Nicolaus, Progymnasmata 75.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΓΝΑΣΜΑΤΑ (ΚΟΙΝΟΣ ΤΟΠΟΣ) δμως γουν οἷον προοίμιον ἐταξε. τούτου δὲ δειχθέντος ζητητέον, εἰ ἐνὶ χρῶμεθα προοιμίῳ ἐν τῷ κοινῷ τόπῳ ἢ καὶ πλείοσιν. φαμεν οὖν, ὅτι ἐξεστι <καὶ ἐνὶ> καὶ πλείοσιν· εἰ γὰρ μελέτης ἕνεκεν παραλαμβάνεται, οὐδὲν κωλύει ἐνὶ καὶ πλείοσιν ἐγγυμνάζεσθαι. οὐχ ὁρίσται δὲ ἡ τῶν προοιμίων ποσότης, ἀλλ’ ἡ χρεία τὸ πλεῖον ἢ [τὸ] ἐλάττον ὁρίζει τῷ ῥήτορι· ἀντίχα γουν καὶ μέχρι πέντε προηλθόν τινες προοιμίων, καὶ οὐδὲν ὁ λόγος ἐβλάσθη. ὥστε, εἶπον, καὶ πλείοσι προοιμιακαῖς ἐννοίαις [καὶ] ἐν τῷ κοινῷ τόπῳ χρῶμεθα. εἰ δὲ ἀρετὴ προοιμίου τὸ ἴδιον αὐτὸ τῆς ὑποθέσεως εἶναι καὶ μὴ πάσαις τὸ αὐτὸ ἀρμόζειν ὑποθέσεσιν, τῷ κοινῷ τόπῳ —οὐχ ὁρισμένου δή τοῦ προσώπου, καθ’ οὗ ποιούμεθα τοὺς λόγους —πῶς ἂν ἰδιάζοντα εὑρεθείη προοίμιον; λέγομεν τοίνυν, ὅτι δεῖ ἐν τῷ κοινῷ τόπῳ ἀντὶ ὁρισμένου προσώπου τῇ τοῦ πράγματος ποιότητι προσαρμόζειν τὰ προοίμια, οἷον ἵνα ἀρμόζῃ κατὰ παντὸς μέν, εἰ τύχοι, μοιχοῦ, μηκέτι δὲ τὰ αὐτὰ κατὰ [τοῦ] προδότου, ἢ κατὰ προδότου μέν, μηκέτι δὲ κατὰ ἱεροσύλου καὶ ὅλως ἵνα μόνοις τοῖς ὑποκειμένοις πράγμασιν ἐπιτήδεια φαίνοιτο· καὶ οὕτως ἡ ἰδιότης αὐτοῖς γενήσεται. πᾶν δὲ προοίμιον, ὡς ἐν κεφαλᾷ εἰπεῖν, ἐκ τεσσάρων λαμβάνεται τούτων· ἢ ἀπὸ τοῦ πράγματος ἢ ἀπὸ τοῦ ἀντι-