Ancient Greek
78.1
Nicolaus, Progymnasmata 78.1
Unproofread scanNot analysed yet
ὁμοιογενῆ ταῦτα εἶναι. στοχαζόμενοι γὰρ τῶν προγεγε-νημένων καὶ λέγοντες μετὰ πολλὰ ἕτερα καὶ τὰ νῦν ταῦτα τὸν κρινόμενον διαπεπράχθαι ὀφείλομεν τὸ πι-θανὸν προσάγειν τοῖς λόγοις ἐκ τοῦ ὁμοία τοῖς νῦν κρι-νομένοις ἐπιζητεῖν πράγματα· οἷον τυχὸν ὡς ἐπὶ τινὶ βωρυχίᾳ κρινομένου τινὸς λέγομεν, ὅτι ὡς εἰκὸς πολλὰς πρότερον κλοπὰς ἐργασάμενος τὸ τελευταῖον ἐπὶ ταύτην τὴν ἀφορμὴν τοῦ κέρδους. καὶ ἐστὶ τοῦτο κεφάλαιον πρὸ τοῦ πράγματος ἔοικὸς τοῖς ὀνομαζομένοις παρακατηγορήμασιν ἐν [ταύταις] ταῖς τελείαις ὑποθέσεσιν, ᾧ ἐκεῖ παραλαμβάνομεν οὐχ ὡς πρωτοτύπως κρίνοντες, ἀλλὰ ὡς διὰ τούτων τὰ ἐν τῷ νῦν κρινόμενα πιστοῦμενοι· οἷον ὁ Δημοσθένης, βουλό-μενος δεῖξαι τὸν Μειδίαν ἐκ προαιρέσεως ὑβρικότα κατὰ τὸν καιρὸν τῆς χορηγίας, ἐμνημόνευσε καὶ παλαιῶν αὐ-τοῦ ἀδικημάτων καὶ πρὸς ἄλλους ὑβρεων, ἵνα ἐξ ἐκείνων καὶ τοῖς νῦν τινα ἰσχὺν παράσχη. οὕτως οὖν ἐν τῷ κοινῷ τόπῳ τὸν κρινόμενον διαβαλόντες ἐκ τε τῶν νῦν καὶ τῶν πάλαι πεπραγμένων ἕξομεν ἐπὶ τὰ τελικὰ καλουμένα κε-φάλαια, ᾧ διὰ τί μὲν εἴρηται οὕτως, κατὰ καιρὸν μαθη-σόμεθα· ἐστὶ δὲ ταῦτα τὸ συμφέρον, τὸ δίκαιον, τὸ νό-μιμον, τὸ δυνατόν, τὸ ἐνδοξον, τὸ ἀναγκαῖον, τὸ ῥάδιον, ὧν τοῖς ἐμπίπτουσι χρησόμεθα· οὐ γὰρ πᾶσα ἀνάγκη