Ancient Greek
82.1
Nicolaus, Progymnasmata 82.1
Unproofread scanNot analysed yet
τὰ μὲν ἔστι μέρη, τὰ δὲ μέρη καὶ ὅλα· μέρη μὲν, ὅσα μόνον πρὸς χρείαν ἑτέρου παραλαμβάνεται· μέρη δὲ καὶ ὅλα, ἃ ποτὲ μὲν καθ’ ἑαυτὰ ὑπόθεσιν τινὰ ἐξεργάζεται, ποτὲ δὲ εἰς ἑτέρων ὑποθέσεων μέρη συντελεῖ. τὸ τοίνυν ἐγκώμιον τῶν [καὶ] μερῶν ἔστι καὶ ὅλων· ὡς ὅλον μὲν αὐτὸ ἐργαζόμεθα, ὅταν αὐτὸ τοῦτο προθώμεθ’ ἄ τινα εὐφημησαί, ὡς μέρος δέ, ὅταν ἢ [ὡς] συμβουλεύοντες ἐπαινέσωμεν τυχὸν τὸ πρᾶγμα τοῦδε, ἐφ’ ὃ καὶ προτρέπομεν, ἢ κατηγοροῦντες συστήσωμεν τὴν οἰκεῖαν ποιότητα καὶ διαβάλωμεν τὴν τοῦ ἐναντίου· ὧν τοῦ μὲν προτέρου παράδειγμα ὁ Πανηγυρικὸς Ἰσοκράτους λόγος, συμβουλευτικὸν μὲν ἔχων τὸ εἶδος, διὰ δὲ ἐγκωμιαστικῆς ὕλης κατασκευαζόμενος, τοῦ δὲ δευτέρου ὁ Περὶ τοῦ στεφάνου Δημοσθένους, καὶ αὐτὸς δικανικοῦ μὲν εἴδους ὧν, δι’ ἐπαίνου δὲ τοῦ εἰς ἑαυτὸν καὶ διαβολῆς τῆς εἰς τὸν Αἰσχίνην ἅπας ὑπὸ τοῦ ῥήτορος εἰργασμένος· ἐπεὶ οὖν ποτὲ ὡς μέρος, ποτὲ δὲ ὡς ὅλον παραλαμβάνεται, διὰ τοῦτο καὶ ἐν τοῖς προγυμνάσμασι τέτακται.