Ancient Greek
90.1
Nicolaus, Progymnasmata 90.1
Unproofread scanNot analysed yet
διαίρεσιν διαφορὰν λέγειν, ἀνάγειν δὲ αὐτὰ ὑπὸ τὰ τρία εἴδη, εἰ προσέχοι τοῖς ὑποκειμένοις προσώποις καὶ τῷ ἑκάστου τῶν τῆς ῥητορικῆς εἰδῶν τέλει. οἷον τι λέγω· τοῦ δικανικοῦ τέλος τὸ δίκαιον, ὅπερ ἐκ ψήφου τῶν δικαστῶν κατὰ τοὺς νόμους κρινόντων δείκνυται· ἄρα οὖν οἱ ἀντιρρητικοί, ἐπεὶ πρὸς τινὰς ἔχουσι τοὺς ἀγῶνας, εἰεν ἂν τοῦ δικανικοῦ; ἀλλ’ οὐχ ἂν εἴποι τις· οὐδὲ γὰρ οἱ ἀχροαταὶ ὑπόκεινται ὡς μέλλοντες ζημίαν ἐπάγειν τινά, ἣν νόμοι διώρισαν, ὥστε μᾶλλον ἂν [εἴη] ὑπὸ τὸ πανηγυρικὸν εἶδος τάττοιιντο. καὶ ὅλως τοὺς νουθετικούς, τοὺς χαριστηρίους, τοὺς πρὸς ἀπολογίαν αἰτιῶν οὐκ ἔχονσῶν τιμωρίαν ἐκ νόμων ἐπομένην, ἀλλὰ πρὸς διαβολὴν μόνην μεμηχανημένους, πάντας τοὺς περὶ τοιούτῶν πραγμάτων ἔστι τάττειν τὰ τρία εἴδη, εἰ βούλοιτό τις βιάζεσθαι καὶ μὴ προσδέχεσθαι τὴν εἰς πλείονα τομήν, τὰς δὲ ὕλας, δι’ ὧν κατασκευάζονται, ἐπιπλέκειν. εἰ γὰρ καὶ ἐπὶ τοῦ Πανηγυρικοῦ Ἰσοκράτους καὶ ἐπὶ τοῦ <Περὶ τοῦ>στεφάνου Δημοσθένους, ὁμολογουμένως ὄντων τοῦ μὲν τοῦ δικανικοῦ, τοῦ δὲ τοῦ συμβουλευτικοῦ ,αἱ ὕλαι ἐκ τοῦ πανηγυρικοῦ παρελήφθησαν, τί κωλύει τὰς αὐτὰς εἶναι μίξεις καὶ ἐπιπλοκὰς καὶ ἐπὶ τῶν ἄλλων