Ancient Greek
93.1
Nicolaus, Progymnasmata 93.1
Unproofread scanNot analysed yet
ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ Περί συγκρίσεως. Τὴν καλουμένην σύγκρισιν οἱ μὲν οὐδὲ ὅλως ἔταξαν ἐν τοῖς προγυμνάσμασι διὰ τὸ ἐν τε τοῖς κοινοῖς τόποις, ἥνικα τοῦ νῦν κρινομένου πράγματος πρὸς ἕτερα ἀδικήματα ἐποιούμεθα τὴν ἐξέτασιν, καὶ ἐν αὐτοῖς τοῖς ἐγκωμίοις, ὅπου τῇ πρὸς ἕτερον παραθέσει μεγάλα ἐπιδεικνύναι ἐπειρώμεθα τὰ τοῦ νῦν ἐπαινουμένου, ἰκανὴν αὐτῆς γεγενῆσθαι τὴν μελέτην· ἔνιοι δὲ εἶναι μὲν καὶ αὐτὴν ἐβουλήθησαν τῶν ἄλλων προγυμνασμάτων, ἔταξαν δὲ ὅμως πρὸ τοῦ ἐγκωμίου. ὧν οὐδὲτέρους ἂν τις ἐπαινέσειεν· οὐ γάρ, ἐπειδὴ ὡς μέρος παρελήφθη, διὰ τοῦτο ἔδει ἢ μηκέτι αὐτὴν καὶ ὡς ὅλην ἐξετασθῆναι, ἢ ἐξεταζομένην τετάχθαι μετὰ τὸ ἐγκώμιον· ὅτε μὲν γὰρ ὡς μέρος παρελαμβάνετο, καὶ μάλιστα ἐν τῷ κοινῷ τόπῳ, καθ’ ἕτερον τρόπον ἢ ἔργασία αὐτῆς ἐγίνετο συγκρινόντων ἡμῶν ἢ πρὸς ἴσον ἢ πρὸς ἕλαττον ἢ πρὸς τὸ κρεῖττον, ὅπερ ἐν αὐτῇ τῇ συγκρίσει οὐ γενήσεται, ἀλλ’ οὐδὲ ἐν αὐτῷ τῷ καλουμένῳ ἐγκωμίῳ ὅλου πρὸς ὅλον ἢ ἐξέτασις ἔσται, ἀλλὰ μέρους πρὸς μέρος. οἷον ἐξεταζόντες τὴν εὐγένειαν τοῦδε τοῦ νῦν ἐπαινουμένου βουλόμεθα αὐτὸν δεῖξαι μηδὲν εὐγενείᾳ τυχὸν Ἀχιλλέως λειπόμενον· ἐνταῦθα βραχύ τι ἐκ τῶν περὶ Ἀχιλλέως ἱστορουμένων παραλαμβάνοντες, ὅσον πρὸς τὴν χρείαν