Ancient Greek
95.5
Nicolaus, Progymnasmata 95.5
Unproofread scanNot analysed yet
1 Ac: ἡ σύγκρισις τοῖς αὐτοῖς τῷ ἐγκωμίῳ διαιρεῖται κεφαλαίοις, πλὴν διπλᾷ ἔχει τὰ κεφάλαια· δύο γὰρ τὰ συγκρινόμενα πράγματα· καὶ χρησόμεθα ὡς κάκει τοῖς ἐμπίπτουσι καὶ συγκρίνομεν ἀλλήλοις, ὅσα δὴ ἐγκωμιάζομεν ἢ ψέγομεν. δεῖ δὲ μὴ καθαιρέσει τῶν ἐξεταζομένων αὐξεῖν τὰ ἡμέτερα· οὕτω γὰρ οὐ μεγάλα δεῖχθήσεται· ἀλλὰ τὰ μεγάλα ἐπὶ τοῦ οἰκείου μεγέθους ἕντες τότε μείζονα τὰ ἡμέτερα ἀποδεικνύναι πειρασόμεθα, ὡς καὶ Ὅμηρος «πρόσθε μὲν ἐσθλὸς ἔφενγε, δίωκε δὲ μιν μέγ’ ἀμείνων» καὶ ἐπὶ τῶν κακῶν Δημοσθένης ἐν τῷ Κατ’ Ἀνδροτίωνος μείζον τὸ εἰς αὐτὸν ἄδικημα ἔδειξε διὰ τοῦ εἰς Εὐκτή-