Ancient Greek
96.2
Nicolaus, Progymnasmata 96.2
Unproofread scanNot analysed yet
Φράσιν δὲ ὁμοίως κάνταῦθα πομπικὴν καὶ θεατρικὴν εἶναι δεῖ, τοῦ σμυνοῦ μὴ ἀφισταμένην. τριῶν γὰρ ὄντων τῶν τῆς ῥητορικῆς μερῶν τοῦ μὲν ἑνός, λέγω δὴ τοῦ ἐγκωμίου, φανείη ἂν ἰσότιμος, γυμνάσει δὲ ἡμᾶς καὶ πρὸς τὰ ἄλλα· καὶ γὰρ συμβουλεύοντες βουλόμεθα τῶν ὑφ’ ἑτέρων λεγομένων τὰ ἡμῶν αὐτῶν δεῖξαι καλλίονα, καὶ κατατρέχοντες τῶν ἀδικημάτων τὸ αὐτὸ τοῦτο ἐργασόμεθα καὶ τὰ νῦν ταῦτα πάντων ἐπιχειρήσομεν δεῖκνύναι μεῖζονα. καὶ ὅλως πολυσχιδὴς τούτου ἡ χρεία, ὥσπερ καὶ τοῦ ἐγκωμίου, καὶ καθ’ ἑαυτὸ ὡς ὅλον παραλαμβανομένου καὶ μεθ’ ἑτέρου ὡς μέρους.