Ancient Greek
96.4
Nicolaus, Progymnasmata 96.4
Unproofread scanNot analysed yet
μονα μεγάλως ἀμαρτήσει Ἀνδροτίωνα κατασκευάσαι· μεγάλα γάρ, φησίν, Εὐκτήμων παρ’ αὐτοῦ ἠδίκηται, πολλῷ δὲ μεῖζον ἐγώ. φράσιν δὲ κάνταῦθα πομπικὴν καὶ θεατρικὴν εἶναι δεῖ τοῦ σμυνοῦ μὴ ἀφισταμένην. γυμνάσει δὲ ἡμᾶς τὸ παρὸν πρὸς πάντα τὰ εἴδη· τοῦ μὲν ἐγκωμίου ἰσότιμον φανείη· συντελέσει (συντελέσει Ac) δὲ τῷ συμβουλευτικῷ, ἐν οἷς τὰ ἡμέτερα κρείττω φανῆναι βουλόμεθα τῶν ὑφ’ ἑτέρων λεγομένων. ἀλλὰ καὶ τῷ δικανικῷ, ἵνὰ κατατρέχοντες ἀδικήματος τὸ αὐτὸ ἐργασόμεθα. καὶ δὴ καὶ ἐν τοῖς <ε’> μέρεσι τοῦ πολιτικοῦ λόγου· προοιμίων τε γὰρ εὑρέσεις διὰ τοῦτον ποιησόμεθα καὶ διηγήματα μεταχειρισόμεθα τὰ πλεονεκτήματα λέγοντες τοῦ ὑποκειμένου προσώπου· καὶ εἰς ἀγῶνων σφοδρότητας (φαιδρότητας Ac), ἐν οἷς ἡ ἴσα ἀποδεικνύναι πειράμεθα ἢ μεῖζον· καὶ εἰς ἐπιλόγων πάθη, ἐν οἷς καταπαύομεν τὰς ὑποθέσεις. εἰ δὲ περὶ ἀνθῶν ὁ λόγος