Ancient Greek · ~1 min
11. Περὶ τοῦ δὶς διὰ πασῶν διὰ τὸ διατονικὸν γένος.
Nicomachus of Gerasa, Ἐγχειρίδιον ἁρμονικῆς 1
Not analysed yet
ια. Τόδε τοίνυν τὸ τοῦ διαγράμματος κύτος κατὰ τὸ διατονικὸν γένος ἐστὶν δὶς διὰ πσω ν τετραπλασίου πλάτους. τοσοῦτον γὰρ ἡ ἐναγώνιος φωνὴ διανύει χωρὶς κινδύνου τινὸς ἤ ὀλισθήματος, ἐφʼ ἑκάτερον ἄκρον δυσέμπτωτος γινομένη, εἰς μὲν κοκκυσμὸν κατὰ τὸ νητοειδές, εἰς δὲ βηχίαν κατὰ τὸ βομβυκέστερον τῶν ὑπατῶν.