Ancient Greek · ~5 min
11. Περὶ τοῦ δὶς διὰ πασῶν διὰ τὸ διατονικὸν γένος.
Nicomachus of Gerasa, Ἐγχειρίδιον ἁρμονικῆς 4
Not analysed yet
τε καὶ ὀγδόην. πάλιν προσέλαβον ὑπὲρ τὴν ὑπάτην ἐξώτατον φθόγγον ἕνα, βαρύτατον τῶν ὄντων, ὃν ἐκ τούτου ἐκάλεσαν προσλαμ βανόμενον, τόνου ἀπόστα σιν καὐτὸν ἔχοντα πρὸς τὴν ὑπατῶν ὑπάτην ἐπὶ τὸ βαρύ, ἵνα ὀκτάχορδα ἑκατέρωθεν τῆς μέσης ὑπάρξῃ τὰ συστήματα, καὶ ἡ μὲν ὡς ἀληθῶς μέση γένηται ἐν πεντεκαίδεκα φθόγγοις ὀγδόη ἑκατέρωθεν κειμένη, καὶ δὶς διὰ πασῶν τὸ σύμπαν τοῦ διαγράμματος μέγεθος γένηται δὶς διπλάσιον, ὅπερ ἐστὶ τετραπλάσιον, καὶ ἡ τάξις τῶν προσηγοριῶν τοιούτη τις ἄνωθεν ἐφεξῆς ᾖ· προσλαμβανόμενος, εἶτα μετὰ ἀπόστασιν ὅλου τόνου ὑπάτη ὑπατῶν, εἶτα μεθʼ ἡμιτόνιον παρυπάτη ὑπατῶν, εἶτα μετὰ τόνον λιχανὸς ὑπατῶν, ἀπὸ τοῦ τὸν τῆς ἀριστερᾶς χειρὸς δάκτυλον, τὸν παρὰ τὸν ἀντίχειρα, τὸν οὕτω λιχανὸν καλούμενον αὐτῷ ἀεὶ ἐπιτίθεσθαι, εἶτα μετʼ ἄλλον τόνον ὑπάτη μέσων, ἐξῆς δὲ μεθʼ ἡμιτόνιον παρυπάτη μέσων, μετὰ δὲ τόνον λιχανὸς μέσων, ὃν καὶ διάτονον καλοῦσιν ἀπʼ αὐτοῦ τοῦ γένους τοῦ διατονικοῦ προσαγορεύοντες, εἶτα μετ ἄλλον τόνον μέση, εἶτα παράμεσος μετὰ ὅλον τόνον, εἶτα τρίτη διεζευγμένων μετὰ ἡμιτόνιον, εἶτα μετὰ τόνον παρανήτη διεζευγμένων, καὶ μετʼ ἄλλον νήτη διεζευγμένων (p. 23), ταύτῃ δʼ ἐξῆς μεθʼ ἡμιτόνιον τρίτη ὑπερβολαίων, εἶτα μετὰ τόνον παρανήτη ὑπερβολαίων, καὶ ἐπὶ πάσαις μετὰ τόνον νήτη ὑπερβολαίων.