Ancient Greek
Play Sei, lines Fragment tit-3
Nicophon Comic., Fragmenta Fragment tit-3-3
Not analysed yet
ΣΕΙΡΗΝΕΣ.
Ἐὰν δέ γ' ἡμῶν σῦκά τις μεσημβρίας
τρώγων καθεύδῃ χλωρά, πυρετὸς εὐθέως
ἥκει τρέχων, οὐκ ἄξιος τριωβόλου·
κᾆθ' οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.
Νιφέτω μὲν ἀλφίτοις,
ψακαζέτω δ' ἄρτοισιν, ὑέτω δ' ἔτνει,
ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα,
πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω.
Ἄλλος μαχέσθω περὶ ἕδρας παροψίδι.