Ancient Greek
1 to 10
Nicostratus Comic., Fragmenta 1-10
Unproofread scanNot analysed yet
πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται, ἔχων ἔχινον, ὠμοτάριχον, κάππαριν, θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι. ταύτ’ ἀξιῶ. εἴτ’ ὀρνιθάριον, τὸ περιστερίον, τὸ γαστρίον. μετανιπρὶδ’ αὐτῷ τῆς ὑγιείας ἐγχεον. τί οὖν ἀγοράζω; φράζε γάρ. B. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, δασύποδα, ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηπίᾳ, ὅποσα σὺ βούλει, καὶ κίχλας καὶ κουφίχους, δ ὀρνιθάρια τε τῶν ἀγρίων τούτων συχνά· χάριεν γάρ. οὐποτ’ αὖθις σηπίαν ἀπὸ τηγάνου τολμήσαιμι φαγεῖν μόνος. εὖ γ’ ἄνδρες, εὖ σφόδρ’· ἀλλὰ μὴν τῇ ματτύνῃ οὕτω διαθήσω τὰ μετὰ ταῦθ’, ὡσ’ οἴομαι οὐδ’ αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἐτι. Athenaeus 14, 664 bc ὅτι δὲ ὑστατον καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο (ματτύνῃ), Νικοστρατὸς φησιν ἐν Ἀπελαννομένῳ. μάγειρος ἡ ναὺς δὲ πότερον εἰκόσορός ἐστ' ἡ κύκνος, ἡ κάνθαρος; τοῦτὶ γὰρ ἂν πύθωμ' ἐτι, αὐτὸς περανώ τὰ πάντα'. B. ἀμέλει κυκνοκάνθαρος. [ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος]