Ancient Greek · ~7 min
Book 1, lines 1.344-1.392
Nonnus of Panopolis, Διονυσιακά 1.344-392
Not analysed yet
ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην·
καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης
μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ
οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,
καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ
ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης
ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.
καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ·
καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην
κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,
Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρόν Ἡνιοχῆος
νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,
ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ
δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων
φαίνεται, ἑσπερίην δέ θοώτερος ἄντυγα βαίνων
σύνδρομον ἀντέλλοντα παρέρχεται Ἡνιοχῆα.
ὣς ὁ μὲν ἐστήρικτο κατʼ οὐρανόν. οὐ δὲ Τυφωεὺς
μέλλεν ἔτι κρατέειν Διὸς ἔντεα· τοξοφόρῳ γὰρ
Ζεὺς Κρονίδης σὺν Ἔρωτι πόλον δινωτὸν ἐάσας
φοιταλέῳ μαστῆρι διʼ οὔρεος ἤντετο Κάδμῳ
πλαζομένῳ, ξυνὴν δὲ πολύτροπον ἤρτυε βουλὴν
ῥαψάμενος Τυφῶνι δυσηλακάτου λίνα Μοίρης.
καὶ Διὶ παμμεδέοντι συνέμπορος αἰγίβοτος Πὰν
δῶκε βόας καὶ μῆλα καὶ εὐκεράων στίχας αἰγῶν·
πλέξας δʼ ἐκ καλάμων καλύβην, ἑλικώδεϊ δεσμῷ
πῆξεν ὑπὲρ δαπέδοιο, καὶ ἀγνώστῳ τινὶ μορφῇ
ποιμενίην ἐσθῆτα καθαψάμενος χροῒ Κάδμου
εἵμασι μιμηλοῖσι νόθον χλαίνωσε νομῆα·
καὶ δολίην σύριγγα φέρων εἰδήμονι Κάδμῳ
δῶκε Τυφαονίοιο κυβερνήτειραν ὀλέθρου.
ψευδαλέον δὲ βοτῆρα καὶ ἡνιοχῆα γενέθλης
Ζεὺς καλέσας πτερόεντα μίαν ξυνώσατο βουλήν·
Κάδμε πέπον, σύριζε, καὶ οὐρανὸς εὔδιος ἔσται·
δηθύνεις, καὶ Ὄλυμπος ἱμάσσεται· ἡμετέροις γὰρ
τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς
αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει
αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;
δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ
ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·
δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν
ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ
ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης
εἰς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων
ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,
μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,
μὴ βροντήν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.