Ancient Greek · ~7 min
Book 1, lines 1.393-1.438
Nonnus of Panopolis, Διονυσιακά 1.393-438
Not analysed yet
εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ
θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων
δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω
ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.
καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.
εἰ πέλεν ἐκ σέο πάντα, βίου φιλοτήσιε ποιμήν,
ἓν βέλος ἄλλο τάνυσσον, ἵνα ξύμπαντα σαώσῃς·
ὡς πυρόεις, Τυφῶνι κορύσσεο, πυρσοφόροι δὲ
ἐκ σέο νοστήσωσιν ἐμὴν ἐπὶ χεῖρα κεραυνοί.
πανδαμάτωρ, ἕνα βάλλε τεῷ πυρί, θελγόμενον δὲ
σὸν βέλος ἀγρεύσειε, τὸν οὐ νίκησε Κρονίων·
Καδμείης δʼ ἐχέτω φρενοθελγέος οἶστρον ἀοιδῆς
ὅσσον ἐγὼ πόθον ἔσχου ἐς Εὐρώπης ὑμεναίους.
ὣς εἰπὼν κερόεντι πανείκελος ἔσσυτο ταύρῳ,
ἔνθεν ὄρος πέλε Ταῦρος ἐπώνυμον. ὀξὺ δὲ τείνων
Κάδμος ὁμοφθόγγων δονάκων ἀπατήλιον ἠχώ,
κλίνας γείτονι νῶτον ὑπὸ δρυῒ φορβάδος ὕλης·
καὶ φορέων ἄγραυλον ἀληθέος εἷμα νομῆος,
πέμπε Τυφαονίῃσι δολοπλόκον ὕμνον ἀκουαῖς
οἰδαλέῃ φύσημα παρηίδι λεπτὸν ἰάλλων.
ἔνθα Γίγας φιλάοιδος ἐχιδναίῳ ποδὸς ὁλκῷ
ἄνθορεν εἰσαΐων δόλιον μέλος· ἔνδοθι δʼ ἄντρου
ὅπλα Διὸς φλογόεντα λιπὼν παρὰ μητέρι Γαίῃ
τερψινόου σύριγγος ἐδίζετο γείτονα μολπὴν
ἑσπόμενος μελέεσσιν· ἰδὼν δέ μιν ἐγγύθι λόχμης
Κάδμος, ἅτε τρομέων, ὑπὸ ῥωγάδι κεύθετο πέτρῃ.
ἀλλά μιν ὑψικάρηνος ἀλυσκάζοντα νοήσας
νεύμασιν ἀφθόγγοισι πέλωρ ἐκάλεσσε Τυφωεύς,
καὶ δόλον οὐ γίνωσκε λιγύθροον· ἀντιτύπῳ δὲ
ποιμένι δεξιτερὴν μίαν ὤρεγεν, ἄρκυν ὀλέθρου
ἀγνώσσων· μεσάτῳ δὲ δαφοινήεντι προσώπῳ
ἀνδρομέῳ γελόων κενεαυχέα ῥήξατο φωνήν·
Αἰπόλε, τί τρομέεις με; τί φάεα χειρὶ καλύπτεις;
καλὸν ἐμοὶ βροτὸν ἄνδρα μετὰ Κρονίωνα διώκειν,
καλὸν ἐμοὶ σύριγγα σὺν ἀστεροπῇσιν ἀείρειν·
τί ξυνὸν καλάμοισι καὶ αἰθαλόεντι κεραυνῷ;
πηκτίδα σὴν ἔχε μοῦνος, ἐπεὶ λάχεν ἄλλο Τυφωεὺς
ὄργανον αὐτοβόητον Ὀλύμπιον· ἑζόμενος δὲ
χερσὶν ἀδουπήτοισιν ἐθήμονος ἄμμορος ἠχοῦς
πηκτίδος ὑμετέρης ἐπιδεύεται ἀννέφελος Ζεύς·
σῶν δʼ ὀλίγων δονάκων ἐχέτω κτύπον· οὐτιδανοὺς γὰρ
οὐ πλεκτοὺς καλάμους καλάμοις στοιχηδὸν ἑλίσσω,
ἀλλὰ κυλινδομένας νεφέλας νεφέλῃσι συνάπτων
οὐρανίοις πατάγοισιν ὁμόζυγα δοῦπον ἰάλλω.