Ancient Greek
Book 10, lines 10.238-10.286
Nonnus of Panopolis, Διονυσιακά 10.238-286
Not analysed yet
εἰ δὲ βαθυσκάρθμοιο πόθου πεφορημένος οἴστρῳ
ἄμπελος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
καὶ Σατύρῳ παίζοντι συνέπλεκε χεῖρα χορεύων,
δόχμιον ἐκ ταρσοῖο μετήλυδα ταρσὸν ἀμείβων,
Βάκχος ὀπιπεύων φθονερῇ δεδόνητο μερίμνῃ.
εἴ ποτε Σειληνοῖσιν ὁμίλεεν, εἴ τινι κούρῳ
ἥλικι θηρητῆρι συνέτρεχεν εἰς δρόμον ἄγρης,
ζηλήμων Διόνυσος ἐρήτυε, μή τις ὀιστῷ
βλήμενος ἰσοτύπῳ φρενοθελγέι λάτρις Ἐρώτων
παιδὸς ἐλαφρονόοιο παραπλάγξειε μενοινήν,
καὶ νέον ἱμερόεντα μεταστήσειε Λυαίου,
ἀρτιθαλὴς ἅτε κοῦρος ὁμόχρονον ἥλικα τέρπων.
ἀλλʼ ὅτε θύρσον ἄειρε καταντία λυσσάδος ἄρκτου
ἢ βριαρῷ νάρθηκα κατηκόντιζε λεαίνης,
εἰς δύσιν ὄμμα τίταινε ἐς ἠέρα λοξὰ δοκεύων,
μὴ Ζεφύρου πνεύσειε πάλιν θανατηφόρος αὔρη,
ὡς πάρος ἡβητῆρα κατέκτανε πικρὸς ἀήτης
δίσκον ἀκοντιστῆρα καταστρέψας Ὑακίνθου·
δείδιε, μὴ Κρονίδης ἐρασίπτερος ὄρνις Ἐρώτων
ἀπροΐδὴς ἀκίχητος ὑπὲρ Τμώλοιο φανείη
φειδομένοις ὀνύχεσσιν ἐς ἠέρα παῖδα κομίζων,
Τρώιον οἷά τε κοῦρον ἑῶν δρηστῆρα κυπέλλων·
ἔτρεμε καὶ δυσέρωτα κυβερνητῆρα θαλάσσης,
μὴ μετὰ Τανταλίδην χρυσέων ἐπιβήτορα δίφρων
εἰς δρόμον ἠερόφοιτον ἄγων πτερόεσσαν ἀπήνην
ἄμπελον ἁρπάξειεν ἐρωμανέων ἐνοσίχθων.
καὶ γλυκὺν εἶχεν ὄνειρον ὀνειροτόκων ἐπὶ λέκτρων,
καὶ φιλίους ὀάριζε νέῳ ψευδήμονι μύθους
μιμηλῆς ὁρόων σκιοειδέα φάσματα μορφῆς.
εἰ δέ τί οἱ δύσμορφον ἐπήρατος εἶχεν ὀπωπή,
ἱμερόεν πέλε τοῦτο ποθοβλήτῳ Διονύσῳ,
φίλτερον ἡβητῆρος ὅλου χροός· εἰ δέ οἱ ἄκρη
συμφερτὴ κεχάλαστο διʼ ἰξύος ὄρθιος οὐρή,
καὶ μέλιτος γλυκεροῖο μελιχροτέρη πέλε Βάκχῳ·
καὶ πλόκαμοι ῥυπόωντες ἀκηδέστοιο καρήνου
αὐτοὶ μᾶλλον ἔτερπον ἐρωμανέοντος ὀπωπήν.
ἤματι μὲν κεχάρητο συνέμπορος· ἄχνυτο δʼ αἰεὶ
νυκτὸς ἐπερχομένης, ὅτε μηκέτι παιδὸς ἀκούων
οὔασι θελγομένοισιν ἐθήμονα δέχνυτο φωνήν,
Ῥείης ὀβριμόπαιδος ἐνὶ σπήεσσιν ἰαύων.
καί μιν ἰδὼν Σατύρων τις ἐθέλγετο θέσπιδι μορφῇ,
καὶ κρυφίην ἐρόεσσαν ὑποκλέπτων φάτο φωνήν·
Ἀνδρομέης κραδίης ταμίη, φιλοτήσιε Πειθώ,
μοῦνος ἐμοὶ νέος οὗτος ἐπήρατος ἵλαος εἴη·
καί μιν ἔχων, ἅτε Βάκχος, ὁμέψιον οὐ μενεαίνω
αἰθέρα ναιετάειν μετανάστιος, οὐ θεὸς εἶναι
ἤθελον, οὐ Φαέθων φαεσίμβροτος, οὐ πόθον ἕλκω
νέκταρος, ἀμβροσίης δʼ οὐ δεύομαι· οὐκ ἀλεγίζω,
ἄμπελος εἰ φιλέει με καὶ ἐχθαίρει με Κρονίων.