Ancient Greek · ~7 min
Book 10, lines 10.287-10.332
Nonnus of Panopolis, Διονυσιακά 10.287-332
Not analysed yet
ὣς ὁ μὲν ἀμφιέπων ὑποκάρδιον ἰὸν Ἐρώτων
κρυπτὸν ἀνηΰτησεν ἔπος ζηλήμονι φωνῇ,
θαύματι φίλτρον ἔχων κεκερασμένον. ἀλλὰ καὶ αὐτὸς
Εὔιος, ἠιθέου βεβολημένος ἡδέι κέντρῳ,
ἴαχε μειδιόων Κρονίδῃ, δυσέρωτι τοκῆι·
Νεῦσον ἐμοὶ φιλέοντι μίαν χάριν, ὦ Φρύγιε Ζεῦ·
νηπιάχῳ μὲν ἔειπεν ἐμὴ τροφὸς εἰσέτι Ῥείη,
ὡς στεροπὴν Ζαγρῆι πόρες, προτέρῳ Διονύσῳ
εἰσέτι παππάζοντι, τεὴν πυρόεσσαν ἀκωκήν,
καὶ βροντῆς κελάδημα καὶ ἠερίου χύσιν ὄμβρου,
καὶ πέλε δεύτερος ἄλλος ἔτι βρέφος ὑέτιος Ζεύς·
σεῖο δʼ ἐγὼ πρηστῆρος ἀναίνομαι αἰθέριον πῦρ,
οὐ νέφος, οὐ βροντῆς ἐθέλω κτύπον· ἢν δʼ ἐθελήσῃς,
Ἡφαίστῳ πυρόεντι δίδου σπινθῆρα κεραυνοῦ,
Ἄρης σῶν νεφέων ἐχέτω θώρηκα καλύπτρην,
δὸς χάριν Ἑρμάωνι Διιπετέος χύσιν ὄμβρου,
καὶ στεροπὴν γενετῆρος ἀερτάζοι καὶ Ἀπόλλων·
μεῖον ἐμοί, φίλε, λῆμα, φιλοσκάρθμῳ Διονύσῳ·
καλὸν ἐμοὶ Σεμέλης στεροπὴν ἐλάχειαν ἀείρειν,
μητροφόνοι σπινθῆρες ἀτερπέες εἰσὶ κεραυνοῦ.
ναίω Μαιονίην· τί γὰρ αἰθέρι καὶ Διονύσῳ;
κάλλος ἐμοῦ Σατύροιο φιλαίτερόν ἐστιν Ὀλύμπου.
εἰπέ, πάτερ, μὴ κρύπτε· τεὸς νέος ὅρκιος ἔστω·
αἰετὸς ὁππότε κοῦρον ὑπὸ σφυρὰ Τευκρίδος Ἴσης
φειδομένῳ κούφιζες ἐς οὐρανὸν ἅρπαγι ταρσῷ,
τηλίκον ἔλλαχε κάλλος ὁ βουκόλος, ὃν σὺ τραπέζῃ
αἰθερίῃ ξύνωσας ἔτι πνείοντα βοαύλων;
Ζεῦ πάτερ, ἱλήκοις, τανυσίπτερε· μή μοι ἐνίψῃς
Τρώιον οἰνοχοῆα τεῶν δρηστῆρα κυπέλλων,
ὅττι φαεινοτέροιο φέρων ἀμάρυγμα προσώπου
ἄμπελος ἱμερόεις Γανυμήδεος εἶδος ἐλέγχει·
Τμώλιος Ἰδαίου πέλε φέρτερος. εἰσὶ δὲ πολλαὶ
ἄλλων ἠιθέων ἐραταὶ στίχες, οὓς ἅμα πάντας,
ἢν ἐθέλῃς, ἀγάπαζε λιπὼν ἕνα παῖδα Λυαίῳ.
τοῖον ἔπος κατέλεξε πόθου δεδονημένος οἴστρῳ·
οὐχ οὕτω λασίης Μαγνησσίδος ἔνδοθεν ὕλης
βουκόλος Ἀδμήτοιο βόας ποίμαινεν Ἀπόλλων,
παιδὸς ἐρωτοτόκου βεβολημένος ἡδέι κέντρῳ,
ὅσσον ἐπʼ ἠιθέῳ φρένα τέρπετο Βάκχος ἀθύρων.
ἄμφω δʼ ἑψιόωντο συνήλυδες ἔνδοθι λόχμης,
πῇ μὲν ἀκοντίζοντες ἐς ἠέρα θύρσον ἀλήτην,
πῇ δὲ παρὰ πλαταμῶνα λιπόσκιον, ἄλλοτε πέτραις
ἔστιχον ἀγρώσσοντες ὀρίτροφα τέκνα λεόντων·
καί ποτε μουνωθέντες ἐρημάδος ὑψόθεν ὄχθης,
ἐν ψαμάθοις παίζοντες ἐυκροκάλου ποταμοῖο,
ἀμφῖ παλαισμοσύνης φιλοπαίγμονος εἶχον ἀγῶνα·