Ancient Greek · ~8 min
Book 10, lines 10.380-10.430
Nonnus of Panopolis, Διονυσιακά 10.380-430
Not analysed yet
καὶ νέος ἱδρώων φαιδρύνετο γυῖα ῥεέθρῳ
καὶ κόνιν ἰκμαλέην ἀπενίψατο· λουομένου δὲ
ἐκ χροὸς ἱδρώοντος ἐπήρατος ἔρρεεν αἴγλη.
οὐδὲ παλαισμοσύνης τελέσας γυιαλκέα νίκην
σύννομος ἡβητῆρος ἐπαύετο Βάκχος ἀθύρων,
ἀλλὰ ποδωκείης ἀνεμώδεα θῆκεν ἀγῶνα.
καὶ βαλίους ἐς ἔρωτα φέρων μνηστῆρας ἀγῶνος
πρώτῳ μὲν θέτο δῶρα Κυβηλίδος ὄργανα Ῥείης,
κύμβαλα χαλκεόνωτα καὶ αἰόλα δέρματα νεβρῶν·
νίκης δʼ ἦεν ἄεθλα τὰ δεύτερα Πανὸς ἑταίρη,
σύριγξ ἡδυέπεια καὶ ἠχήεσσα βοείη
χαλκοβαρὴς· τριτάτῳ δὲ τίθει Διόνυσος ἀθύρων
ψάμμον ἐρευθιόωσαν ἑτοιμοτάτου ποταμοῖο.
καὶ Βρόμιος σταδίῳ μεμερισμένον οὖδας ὁρίζων
δισσὰ τιταινομένης διεμέτρεεν ἄκρα κελεύθου,
ὀρθώσας δεκάδωρον ἐπὶ χθονὶ σῆμα πορείης,
στήσας τέρμα δρόμου ταναὸν ξύλον· ἀντιπόρου δὲ
πῆξε τύπον βαλβῖδος ἐπʼ ᾐόνι θύρσον ἀείρας·
καὶ Σατύρους ὤτρυνεν ἀεθλεύειν περὶ νίκης.
ὀξὺ δὲ κεκλομένοιο φιλοσκάρθμοιο Λυαίου
Ληνεὺς πρῶτος ὄρουσε ποδήνεμος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
κισσὸς ἀερσιπόδης καὶ ἐπήρατος Ἄμπελος ἔστη·
καὶ ποδὸς ἰθυπόροιο πεποιθότες ὠκέι ταρσῷ
κεκριμένοι στοιχηδὸν ἐφέστασαν· ἐκ δαπέδου δὲ
ἄκρα χαρασσομένοιο μετάρσιον ἴχνος ἀείρας
κισσὸς ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ·
τοῦ μὲν ἐπειγομένοιο μετάφρενον ἄσθματι θάλπων
Ληνεὺς ἠερίῃσιν ἐπέτρεχε σύνδρομος αὔραις,
ἀγχιφανὴς προθέοντος, ὀπισθοπόροιο δὲ ταρσοῦ
ἴχνεσιν ἴχνια τύψε χυτῆς ψαύοντα κονίης·
καὶ τόσος ἀμφοτέρων ἀπελείπετο μέσσον ὁρίζων,
ὁππόσον ἱστοπόνοιο κανὼν πρὸς στήθεϊ κούρης
μεσσοφανὴς λάχε χῶρον ἀκαμπέι γείτονα μαζῷ.
καὶ τρίτος Ἄμπελος ἦεν ὀπίστερος· εἰσορόων δὲ
ζηλήμων Διόνυσος ἐτήκετο λοξὰ δοκεύων
διχθαδίους προθέοντας ἀεθλητῆρας ἀγώνων,
μή ποτε νικήσωσι καὶ Ἄμπελος ὕστερος ἔλθῃ·
ἀλλὰ θεὸς χραίσμησεν, ἐνιπνεύσας δέ οἱ ἀλκὴν
κοῦρον ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης·
καὶ διδύμων πρώτιστος ἀεθλοφόρων ἐν ἀγῶνι
σπερχομένων, διερῇ μὲν ἐπʼ ᾐόνι γούνατα πάλλων,
κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώσεϊ πηλῷ,
καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ
ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ
ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.
Σειληνοὶ δὲ γέροντες ἀνίαχον Εὔιον ἠχὼ
νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ
δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς
ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου
καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ
λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.