Ancient Greek · ~7 min
Book 10, lines 10.333-10.379
Nonnus of Panopolis, Διονυσιακά 10.333-379
Not analysed yet
τοῖσι μὲν οὐ τρίπος ἦεν ἀέθλιον, οὐδʼ ἐπὶ νίκῃ
ἀνθεμόεις παρέκειτο λέβης, οὐ φορβάσες ἵπποι,
ἀλλὰ λιγυφθόγγων διδυμόθροος αὐλὸς Ἐρώτων.
ἀμφοτέροις δʼ ἔρις ἦεν ἐπήρατος· ἐν δʼ ἄρα μέσσῳ
ἵστατο μάργος Ἔρως, πτερόεις ἐναγώνιος Ἑρμῆς,
στέμμα πόθου νάρκισσον ἐπιπλέξας ὑακίνθῳ.
ἄμφω δʼ εἰς μέσον ἦλθον ἀεθλητῆρες Ἐρώτων,
καὶ παλάμας στεφανηδὸν ἑλιξάμενοι διὰ νώτου,
ἀμφοτέρων σφίγξαντες ἐπʼ ἰξύι δεσμὸν ἀγοστῶν,
πλευρὰ διεσφήκωσαν ὁμόζυγι πήχεος ὁλκῷ,
καὶ δέμας ἀλλήλων ἀνεκούφισαν ὑψόθι γαίης
χερσὶν ἀμοιβαίῃσι· καὶ ἥπτετο Βάκχος Ὀλύμπου
ἀμφὶ παλαισμοσύνης μελιηδέος, εἶχε δὲ δισσὴν
τερπωλὴν ἐρόεσσαν, ἀειρόμενος καὶ ἀείρων
καὶ παλάμην Βρομίου παλάμης περὶ καρπὸν ἑλίξας,
χερσὶ συναπτομέναις ἑτερόζυγον ἅμμα πιέζων,
διχθαδίῳ συνέεργεν ἀρηρότα δάκτυλα δεσμῷ,
δεξιτερὴν ἐθέλοντος ἐπισφίγγων Διονύσου.
ἔνθα μὲν ἡβητῆρος ἐπʼ ἰξύι χεῖρας ἑλίσσων,
Βάκχος ἐρωμανέεσσι δέμας παλάμῃσι πιέζων,
ἄμπελον ἠέρταζεν, ὁ δὲ Βρομίοιο τυχήσας
κόψε ποδὸς κώληπα· καὶ Εὔιος ἡδὺ γελάσσας,
ἥλικος ἠιθέοιο τυπεὶς ἁπαλόχροϊ ταρσῷ,
ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·
καὶ χθονὶ κεκλιμένοιο θελήμονος ὑψόθι Βάκχου
γυμνῇ νηδύι κοῦρος ἐφίζανεν· αὐτὰρ ὁ χαίρων
ἐκταδὸν ἔνθα καὶ ἔνθα χυθεὶς ἐπεκέκλιτο γαίῃ
γαστέρι κουφίζων γλυκερὸν βάρος· ἰθυτενὲς δὲ
ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας
νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ
φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ
χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων·
πλευρὰ δὲ δοχμώσας, πελάσας δʼ ἀγκῶνα κονίῃ,
ἡβητὴρ πολύιδρις ἐπʼ ἀντιπάλου θόρε νώτου
λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας
ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας,
γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ,
πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσὸν ἑλίξας
ὄρθιον ἁπλωθέντα· κυλινδομένων δὲ κονίῃ
ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς.
ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος,
Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος
νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς
Ζεὺς μέγας αὐτοκύλιστος ἐπʼ Ἀλφειοῖο παλαίων
ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας.
τοῖος ἀγὼν τετέλεστο φιλέψιος· ἠιθέου δὲ
δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ.