Ancient Greek · ~7 min
Book 11, lines 11.138-11.184
Nonnus of Panopolis, Διονυσιακά 11.138-184
Not analysed yet
Τρώιος οἰνοχόος πέλε φέρτερος, ὅς Διὸς αὐλὴν
οἶκον ἔχει. σὺ δέ, κοῦρε, φέρων πόθον εἰσέτι δίφρου
εἰς δρόμον ἀστήρικτον ἀναίνεο πῶλον ἐλαύνειν,
ὅττι ταχυστροφάλιγγι ποδῶν δεδονημένος ὁλκῷ
ἵππος ἀελλήεις ἀποσείεται ἡνιοχῆα·
Γλαῦκον ἀπεστυφέλιξαν ἐπὶ χθόνα λυσσάδες ἵπποι,
καὶ ξυνῆς μεθέπων Ποσιδήιον αἷμα γενέθλης
ἠερόθεν προκάρηνον ἀπόσπορον ἐννοσιγαίου
Πήγασος ὠκυπέτης ἀπεσείσατο Βελλεροφόντην.
δεῦρό μοι εἰς ἀγέλην, λιγυηχέες ἧχι νομῆες
καὶ βόες ἱμερόεντες, ἐφεδρήσσοντα δὲ ταύρῳ
ὑψιφανῆ τελέσω σε βοοσσόον ἡνιοχῆα·
σὸς γὰρ ἄναξ πολὺ μᾶλλον ἐπαινήσει σε δοκεύων,
ταυροφυὴς Διόνυσος, ἐφήμενον ἰξύι ταύρου.
νόσφι φόβου δρόμος οὗτος, ἐπεὶ καὶ θῆλυς ἐοῦσα
παρθένος Εὐρώπη βοέων ἐπεβήσατο νώτων,
χερσὶ κέρας κρατέουσα καὶ οὐ χατέουσα χαλινοῦ.
ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων.
καί τις ἀπὸ σκοπέλοιο κατέδραμε ταῦρος ἀλήτης
ἀπροϊδής, καὶ γλῶσσαν, ἑῆς ἐπιμάρτυρα, δίψης,
χείλεσιν οἰγομένοισι προΐσχανεν ἀνθερεῶνος,
καὶ πίεν· ἀμφὶ δὲ κοῦρον, ἅ περ παρεόντα νομῆα,
ἵστατο γινώσκοντι πανείκελος· οὐδὲ μετώπου
λοξὸν ἑὸν κέρας εἶχεν· ἀμαιμακέτοιο δὲ ταύρου
πυκνὸν ἐρευγομένοιο ποτὸν πολυχανδέι λαιμῷ
ἡβητὴν ἐδίηνε κατάρρυτος ἰκμὰς ἐέρσης,
ἐσσομένων ἅτε μάντις, ὅτι χθονίῳ βόες ὁλκῷ
ἀμφὶ μιῇ μογέοντες ἀτέρμονι κυκλάδι νύσσῃ
ὕδασιν ἀμπελόεσσαν ἐπαρδεύουσιν ὀπώρην.
καὶ θρασὺς ἵστατο κοῦρος ὑπὲρ βοέοιο μετώπου
ἀμφάφόων ἐπίκυρτον ἀταρβέι χειρὶ κεραίην·
καὶ βοὸς ὑλονόμοιο τεθηγμένος ἡδέι κέντρῳ
ἤθελεν ἄζυγα ταῦρον ὀρίδρομον ἡνιοχεύειν.
δρεψάμενος δὲ πέτηλα βαθυσχοίνῳ παρὰ ποίῃ
ψευδαλέην χλοεροῖσι λύγοις ἔπλεξεν ἱμάσθλην
μόσχοις ὀξυτέροισι, πολυστρέπτῳ δὲ κορύμβῳ
γνάμψας ἀγκύλα κύκλα τύπον ποίησε χαλινοῦ·
καὶ δροσεροῖς πετάλοισι δέμας διεκόσμεε ταύρου,
καὶ ῥόδα φοινίσσοντα πέριξ ἐπεδήσατο νώτῳ,
καὶ κρίνα καὶ νάρκισσον ἐπῃώρησε μετώπῳ,
αὐχένι πορφύρουσαν ἐπικρεμάσας ἀνεμώνην·
καὶ διδύμην ἑκάτερθε κατεχρύσωσε κεραίην
χερσὶ βαθυνομέναις ξανθόχροα πηλὸν ἀφύσσων
γείτονος ἐκ ποταμοῖο. καὶ αἰόλον ὑψόθι νώτου
δέρμα περιστορέσας ῥαχίης ἐπεβήσατο ταύρου·
καὶ βοέαις πλευρῇσι νόθην μάστιγα τιταίνων,
εὐχαίτην ἅτε πῶλον, ἐὸν μάστιζε φορῆα.