Ancient Greek · ~7 min
Book 11, lines 11.185-11.231
Nonnus of Panopolis, Διονυσιακά 11.185-231
Not analysed yet
καὶ θρασὺς ἠύτησεν ἔπος ταυρώπιδι Μήνῃ·
Εἶξον ἐμοί, κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
ἄμφω γὰρ κερόεις γενόμην καὶ ταῦρον ἐλαύνω.
τοῖον ἐπαυχήσας ἔπος ἴαχε κυκλάδι Μήνῃ.
καὶ φθονερῆς σκοπίαζε διʼ ἠέρος ὄμμα Σελήνης
Αμπελον ἀνδροφόνῳ πεφορημένον ἅρπαγι ταύρῳ,
καί οἱ πέμπε μύωπα βοοσσόον· αὐτὰρ ὁ πικρῷ
ἄστατα φοιτητῆρι δέμας κεχαραγμένος οἴστρῳ
δύσβατον ἀμφὶ τένοντα κατέτρεχεν εἴκελος ἵππῳ.
καὶ νέος ἄζυγα ταῦρον ἰδὼν λυσσώδεϊ κέντρῳ
ἴχνος ἀερσιλόφοισιν ἐπιρρήσσοντα κολώναις,
ταρβαλέος πρὸ μόροιο γοήμονι λίσσετο φωνῇ·
Σήμερον ἵστασο, ταῦρε, καὶ αὔριον ὠκὺς ὁδεύσεις·
μή με κατακτείνειας ἐρημάδος ὑψόθι πέτρης,
πότμον ἐμὸν νήπυστον ὅπως μὴ Βάκχος ἀκούσῃ.
μὴ κοτέῃς, ὅτι, ταῦρε, τεὴν χρύσωσα κεραίην·
μὴ φθονέῃς, ὅτι Βάκχος ἐμὴν φιλότητα φυλάσσει.
εἰ δὲ κατακτείνεις με καὶ οὐκ ἀλέγεις Διονύσου,
οὐδέ τις οἶκτος ἔχει σε γοήμονος ἡνιοχῆος,
ὅττι νέος γενόμην, ὅτι καὶ φίλος εἰμὶ Λυαίου,
εἰς Σατύρους με κόμιζε καὶ αὐτόθι, ταῦρε, δαμάσσεις,
ὄφρα τύχω μετὰ πότμον ἐρικλαύτοιο κονίης·
ναί, λίτομαι, φίλε ταῦρε· παραιφασίην δὲ νοήσω,
πότμον ἐμὸν στενάχοντος ἀδακρύτου Διονύσου.
εἰ τεὸν ἡνιοχῆα κερασφόρον ἠπεροπεύεις
εἴκελον εἶδος ἔχοντα τεῇ ταυρώπιδι μορφῇ,
γίνεο φωνήεις καὶ ἐμὸν μόρον εἰπὲ Λυαίῳ·
ταῦρε, τεῆς Δήμητρος ἀνάρσιε καὶ Διονύσου,
ἀχνυμένου Βρομίοιο συνάχνυται ὄμπνια Δηώ.
τοῖον ἔπος ῥοδόεις νέος ἔννεπεν Ἄιδι γείτων
δύσμορος· ἀίσσων δὲ ποδῶν διδυμάονι χηλῇ
οὔρεος ἄκρα κάρηνα δυσέμβατα λυσσαλέος βοῦς
ἡβητὴν προκάρηνον ἑῶν ἀπεσείσατο νώτων·
ἤριπε δʼ αὐτοκύλιστος· ἐπʼ ἀστραγάλου δὲ πεσόντος
λεπτὸν ὑποτρίζων ἐδιχάζετο δόχμιος αὐχήν·
καί μιν ὑπὲρ δαπέδοιο παλινδίνητον ἑλίξας
θηγαλέῃ γλωχῖνι κατεπρήνιξε κεραίης.
καὶ νέκυς ἦν ἀκάρηνος· ἀτυμβεύτοιο δὲ νεκροῦ
λευκὸν ἐρευθιόωντι δέμας φοινίσσετο λύθρῳ.
καί τις, ἰδὼν Σατύρων κεκονιμένον ὑψόθι γαίης
ἄμπελον ἱμερόεντα, δυσάγγελος ἤλυθε Βάκχῳ.
καὶ θεὸς εἰσαΐων ταχὺς ἔδραμεν εἴκελος αὔραις·
οὐ τόσον Ἡρακλέης δρόμον ἤνυσεν, ὁππότε Νύμφαι
ἁβρὸν Ὕλαν φθονεροῖσι κατεκρύψαντο ῥεέθροις
νυμφίον ἰκμαλέῃ πεφυλαγμένον ἅρπαγι κούρῃ,
ὡς τότε Βάκχος ὄρουσεν ὀρίδρομος· ἐν δὲ κονίῃ
κείμενον ἔστενε κοῦρον ἅτε ζώοντα δοκεύων.