Ancient Greek · ~7 min
Book 11, lines 11.232-11.275
Nonnus of Panopolis, Διονυσιακά 11.232-275
Not analysed yet
καί μιν ἀνεχλαίνωσε τὸν ἄπνοον, ὑψόθεν ὤμου
νεβρίδα καὶ ψυχροῖσιν ἐπὶ στέρνοισι καθάψας,
καί, νέκυός περ ἐόντος, ἐδήσατο ταρσὰ κοθόρνοις·
καὶ ῥόδα καὶ κρίνα πάσσε κατὰ χροός, ἀμφὶ δὲ χαίταις,
οἷα μινυνθαδίοιο δεδουπότος ὀξέι κέντρῳ,
ἄνθος ἀνῃώρησε ταχυφθιμένης ἀνεμώνης·
καὶ παλάμῃ πόρε θύρσον, ἑῷ δέ μιν ἔσκεπε πέπλῳ
πορφυρέῳ· καὶ δῶρον ἀκερσικόμοιο καρήνου
πλοχμὸν ἕνα τμήξας ἐπεθήκατο μάρτυρι νεκρῷ
λοίσθιον· ἀμβροσίην δὲ λαβὼν παρὰ μητέρι Ῥείῃ
ὠτειλαῖς ἐπέχευεν, ὅθεν νέος εἶδος ἀμείψας
ἀμβροσίην εὔοδμον ἑῇ μετέθηκεν ὀπώρῃ.
καὶ νέκυος χαρίεντος ὑπὲρ δαπέδοιο ταθέντος
οὐ χλόος ἀμφεχύθη ῥοδόεν δέμας· ὠκυμόρου δὲ
καὶ πλόκαμοι χαρίεντες ἐρωτοτόκοιο καρήνου
αὔραις φειδομένῃσιν ἐπαιθύσσοντο προσώπῳ·
ἦν δέ τις ἱμερόεις κεκονιμένος. ἀμφὶ δὲ νεκρῷ
Σειληνοὶ στενάχιζον, ἐπωδύροντο δὲ Βάκχοι.
οὐδέ ἑ κάλλος ἔλειπε, καὶ εἰ θάνεν· ὡς Σάτυρος δὲ
κεῖτο νέκυς, γελόωντι πανείκελος, οἷά περ αἰεὶ
χείλεσιν ἀφθόγγοισι χέων μελιηδέα φωνήν.
καὶ νέκυν εἰσορόων κινυρὴν ἀνενείκατο φωνὴν
νηπενθὴς Διόνυσος, ἔχων ἀγέλαστον ὀπωπήν·
Μοιράων πεσέτω φθονερὸν λίνον· ἦ ῥα καὶ αὐτοὶ
ταῦροι ἐπʼ ἠιθέοις ζηλήμονες ὥς περ ἀῆται;
τίς Ζέφυρος μετὰ Φοῖβον ἐπέχραε καὶ Διονύσῳ;
ὄλβιος ἔπλετο Φοῖβος Ἀτύμνιος· ἠιθέου γὰρ
ἔλλαχεν οὔνομα τοῦτο· Θεραπναίου δὲ καὶ αὐτοῦ
φάρμακον ἡβητῆρος ἐπώνυμον ἄνθος ἀείρει,
αἴλινον ἐν πετάλοισιν ἐπιγράψας ὑακίνθου·
ποῖον ἔχω πλοκάμοις καὶ ἐγὼ στέφος, ἢ τίνα πάλλω
ἄνθεα φωνήεντα, παρήγορα παιδὸς ἀνίης;
ἀλλὰ τεοῦ θανάτου τιμήορος εἰς φόνον ἕλκων
ἄξομαι εἰς σέο τύμβον, ἀώριε, ταῦρον ἀλήτην.
οὐ μὲν ἐγὼ βουπλῆγι τεὸν κτείνοιμι φονῆα,
ὄφρα λάχῃ μόρον ἶσον ἀρασσομένοιο μετώπου
ταύροις σφαζομένοισιν, ἀναρρήξαιμι δὲ πικρὴν
ταύρου γαστέρα πᾶσαν ἐμῆς γλωχῖνι κεραίης,
ὅττι τανυκραίρῳ σε κατεπρήνιξεν ἀκωκῇ.
ὄλβιος Ἐννοσίγαιος, ἐπεί τινα γείτονα πάτρης
παιδὸς ἐμοῦ Φρύγα κοῦρον ἐφίλατο, τὸν δὲ κομίζων
χρύσεον εἰς Διὸς οἶκον ἀνήγαγεν ἀστὸν Ὀλύμπου,
καί οἱ, ὅτε σπεύδεσκεν ἐς ἱπποσύνην Ἀφροδίτης,
ὤπασεν ἄβροχον ἅρμα γαμοστόλον Ἱπποδαμείης.