Ancient Greek · ~7 min
Book 11, lines 11.318-11.360
Nonnus of Panopolis, Διονυσιακά 11.318-360
Not analysed yet
τί στενάχεις, Διόνυσε, τὸν οὐ στοναχῇσιν ἐγείρεις;
οὔατά μοι παρέασι, καὶ οὐ βοόωντος ἀκούω,
ὄμματά μοι παρέασι, καὶ οὐ στενάχοντα δοκεύω·
νηπενθὴς Διόνυσος, ἐμοὶ μὴ δάκρυα λείβῃς,
ἀλλὰ τεὸν λίπε πένθος, ἐπεὶ φονίῃ παρὰ πηγῇ
νηιάδες στενάχουσι καὶ οὐ Νάρκισσος ἀκούει,
Ἡλιάδων Φαέθων κινυρὴν οὐκ οἶδεν ἀνίην.
ὤμοι, ὅτʼ οὔ με φύτευσε πατὴρ βροτόν, ὄφρά κεν εἴην
σύννομος ἠιθέῳ καὶ ἐν Ἄιδι, μηδʼ ἐνὶ Λήθῃ
ἄμπελον ἱμερόεντα δεδουπότα μοῦνον ἐάσω.
εἰς πόθον ἠιθέοιο μακάρτερός ἐστιν Ἀπόλλων
οὔνομα παιδὸς ἔχων πεφιλημένον· αἴθε καὶ αὐτὸς
εἴην Ἀμπελόεις, Ὑακίνθιος ὥς περ Ἀπόλλων.
ὑπνώεις τέο μέχρι, καὶ οὐκέτι, κοῦρε, χορεύεις;
εἰς προχοὰς ποταμοῖο τί σήμερον οὐκέτι βαίνεις
κάλπιν ἔχων εὔυδρον; ὀρεσσαύλῳ δʼ ἐνὶ λόχμῃ
ἠθάδος ὀρχηθμοῖο τεὴ πάλιν ἤλυθεν ὥρη.
εἰ κοτέεις, φίλε κοῦρε, ποθοβλήτῳ Διονύσῳ,
φθέγγεο Σειληνοῖσιν, ὅπως σέο μῦθον ἀκούσω.
εἴ σε λέων ἐδάμασσεν, ἐγὼ ξύμπαντας ὀλέσσω,
πάντας, ὅσους Τμώλοιο φέρει λέπας, οὐδὲ λεόντων
Ῥείης ἡμετέρης ποτὲ φείσομαι, ἀλλὰ δαμάσσω,
εἰ βλοσυραῖς γενύεσσι τεοὶ γεγάασι φονῆες·
πόρδαλις εἰ πρήνιξε τεὸν δέμας, ἄνθος Ἐρώτων,
οὐκέτι πορδαλίων δέμας αἰόλον ἡνιοχεύσω·
ἄλλοι θῆρες ἔασιν, ὅλης δʼ ἐπιήρανος ἄγρης
Αρτεμις ἐξ ἐλάφων κεραελκέα δίφρον ἐλαύνει·
νεβρίδα πέπλον ἔχων ἐποχήσομαι ἅρματι νεβρῶν·
εἴ σε σύες κατέπεφνον ἀναιδέες, εἰν ἑνὶ μάρψας
πάντας ἐγὼ κτείνοιμι, καὶ οὐχ ἕνα μοῦνον ἐάσω
κάπρον ἔτι ζώοντα λελειμμένον ἰοχεαίρῃ·
εἰ δέ σε ταῦρος ἔπεφνεν ἀτάσθαλος, ὀξέι θύρσῳ
ταυρείην προθέλυμνον ἀιστώσαιμι γενέθλην.
ὣς ὁ μὲν ἐστενάχιζεν. ἔρως δέ οἱ ἐγγύθεν ἔστη
Σειληνοῦ λασίοιο φέρων κεραελκέα μορφήν,
θύρσον ἔχων, καὶ στικτὸν ἐπὶ χροῒ δέρμα καθάψας
γηροκόμῳ νάρθηκι δέμας στηρίζετο βάκτρῳ·
καὶ Βρομίῳ γοόωντι παρήγορον ἴαχε φωνήν·
Ἄλλῳ λῦσον ἔρωτι τεῶν σπινθῆρας ἐρώτων
εἰς νέον ἡβητῆρα μετάτροπον οἶστρον ἀμείψας,
λησάμενος φθιμένοιο· παλαιοτέροιο γὰρ αἰεὶ
φάρμακόν ἐστιν ἔρωτος ἔρως νέος· οὐ γὰρ ὀλέσσαι
ὁ χρόνος οἶδεν ἔρωτα, καὶ εἰ μάθε πάντα καλύπτειν.