Ancient Greek · ~7 min
Book 11, lines 11.361-11.405
Nonnus of Panopolis, Διονυσιακά 11.361-405
Not analysed yet
εἰ δὲ τεῆς ἐθέλεις ὀδυνήφατον ἄλκαρ ἀνίης,
φέρτερον ἄμφεπε παῖδα· πόθος πόθον οἶδε μαραίνειν.
καὶ Ζέφυρον κλονέεσκε Λάκων νέος· ἀλλὰ θανόντος
ἡβητὴν Κυπάρισσον ἰδὼν ἐρατεινὸς Ἀήτης
εὗρεν Ἀμυκλαίοιο παραιφασίην Ὑακίνθου.
ἤν ἐθέλῃς, ἐρέεινε φυτηκόμον· ἐν δαπέδῳ γὰρ
κείμενον ἀθρήσας κεκονιμένον ἄνθος ἀροτρεὺς
φάρμακον ὀλλυμένοιο νεώτερον ἄλλο φυτεύει.
κλῦθι, παλαιγενέων μερόπων ἵνα μῦθον ἐνίψω·
ἁβρὸς ἔην ποτὲ κοῦρος, ὑπέρτερος ἥλικος ἥβης,
Μαιάνδρου παρὰ χεῦμα πολυσχιδέος ποταμοῖο,
εἴδεϊ λεπταλέῳ ταναός, πόδας ὀξύς, ἐθείρας
ἰθυτενής, ἀνίουλος· ἐπʼ ἀμφοτέραις δὲ παρειαῖς
αὐτοφυὴς Χάρις ἦεν ἐπισκαίρουσα προσώπῳ
ὄμμασιν αἰδομένοισιν, ἀπὸ βλεφάρων δέ οἱ αἰεὶ
κάλλος ὀιστεύοντος ἑκηβόλος ἔρρεεν αἴγλη·
καὶ δέμας εἶχε γάλακτι πανείκελον, ἀμφὶ δὲ λευκῷ
ἀκροφανὲς πόρφυρε ῥόδον διδυμόχροϊ πυρσῷ.
τὸν Κάλαμον καλέεσκε πατὴρ φίλος, ὃς διὰ γαίης
νειόθι κυμαίνων σκολιὸν ῥόον εἰς φάος ἕλκων,
ἑρπύζων δʼ ἀίδηλος, ὑπὸ χθόνα λοξὸς ὁδίτης,
ὀξὺς ἀναθρῴσκων ὑπερίσχεται αὐχένα γαίης,
ἐνδόμυχος Μαίανδρος ἄγων ὑποκόλπιον ὕδωρ.
τοῖος ἔην ἐρόεις Κάλαμος ταχύς. ἠίθεος δὲ
ἱμερτῷ ῥοδόπηχυς ὁμήλικι τέρπετο Καρπῷ,
ὃς τόσον ἔλλαχε κάλλος, ὃ μὴ βροτὸς ἔλλαχεν ἀνήρ·
εἰ γὰρ ἔην νέος οὗτος ἐπὶ προτέρων ποτὲ φωτῶν,
καί κεν ἐυσμήριγγος ἐγίνετο νυμφίος Ἠοῦς,
φέρτερον εἶδος ἔχων, ῥοδέῳ χροῒ μοῦνος ἐλέγξας
ἀγλαΐην Κεφάλοιο καὶ Ὠρίωνος ὀπωπήν·
οὐδέ κεν εὐκάρπῳ παλάμῃ πηχύνατο Δηὼ
νυμφίον Ἰασίωνα, καὶ Ἐνδυμίωνα Σελήνη·
ἀλλὰ νέος τάχα κεῖνος ἀρείονος εἵνεκα μορφῆς
εἷς πόσις ἀμφοτέρων νυμφεύσατο λέκτρα θεάων,
Δηοῦς ξανθοκόμου μεθέπων πολυλήιον εὐνήν,
καὶ ξυνὴν ὁμόλεκτρον ἔχων ζηλήμονα Μήνην.
τοῖος ἔην ἐρόεις Καλάμῳ φίλος, ἄνθος Ἐρώτων,
κάλλος ἔχων· ἄμφω δὲ συνήλικες ὑψόθεν ὄχθης
γείτονος ἑψιόωντο πολυγνάμπτου ποταμοῖο.
τοῖσι μὲν ἔσκε δίαυλος ἕλιξ δρόμος, ἀμφοτέροις δὲ
ἦεν ἔρις· κάλαμος μὲν ἐπέτρεχεν εἴκελος αὔραις,
καὶ πτελέην βαλβῖδα φέρων καὶ νύσσαν ἐλαίην
ἠιόνας ποταμοῖο διέδραμεν ἄκρον ἀπʼ ἄκρου
καὶ Κάλαμος ταχύγουνος ἑκούσιος ἤριπε γαίῃ,
καὶ Καρπῷ χαρίεντι θελήμονα κάλλιπε νίκην.