Ancient Greek
Book 11, lines 11.453-11.494
Nonnus of Panopolis, Διονυσιακά 11.453-494
Not analysed yet
Καρπέ, παραπλώεις με λελασμένος ἠθάδος ὄχθης;
κάμνον ἐγὼ καλέων σε, καὶ οὐ βοόωντος ἀκούεις.
εἰ Νότος, εἰ θρασὺς Εὖρος ἐπέπνεεν, αὐτὸς ἀλάσθω
νηλειὴς ἀχόρευτος, ἀτάσθαλος ἐχθρὸς Ἐρώτων·
εἰ βορέης σε δάμασσεν, ἐς Ὠρείθυιαν ἱκάνω.
εἰ δέ σε κῦμα κάλυψε καὶ οὐκ ᾐδέσσατο μορφήν,
καί σε πατὴρ ἐμὸς εἷλεν ἀφειδέι κύματος ὁλκῷ,
ὕδασιν ἀνδροφόνοισιν ἑὸν καὶ παῖδα δεχέσθω,
καὶ Κάλαμον κρύψειεν ὀλωλότος ἐγγύθι Καρποῦ.
ἀλλὰ πεσὼν προκάρηνος, ὅπῃ θάνε Καρπὸς ἀλήτης,
σβέσσω θερμὸν ἔρωτα πιὼν Ἀχερούσιον ὕδωρ.
εἶπεν ἀναβλύζων βλεφάρων ῥόον· ἀμφὶ δὲ νεκρῷ
κυανέην πλοκαμῖδα κατηφέι τάμνε σιδήρῳ,
ἣν τρέφεν, ἣν κομέεσκε, καὶ ὤρεγε πενθάδα χαίτην
Μαιάνδρῳ γενετῆρι, καὶ ὑστατίην φάτο φωνήν·
δέξο μετὰ πλοκάμους καὶ ἐμὸν δέμας· οὐ δύναμαι γὰρ
εἰς μίαν ἠριγένειαν ἰδεῖν φάος ἔκτοθι Καρποῦ·
καρπῷ καὶ Καλάμῳ βιοτὴ μία, καὶ λάχον ἄμφω
εἴκελον οἶστρον Ἔρωτος ἐπὶ χθονός· ὑδατόεις δὲ
εἶς μόρος ἀμφοτέροισι καὶ ἐν προχοῇσι γενέσθω.
τεύξατε, Νηιάδες, ποταμηίδος ὑψόθεν ὄχθης
ἄκριτον ἀμφοτέροισι κενήριον, ἀμφὶ δὲ τύμβῳ
γράμμασι πενθαλέοισιν ἔπος κεχαραγμένον ἔστω·
Καρποῦ καὶ Καλάμοιο πέλω τάφος, οὓς πάρος ἄμφω
ἀλλήλους ποθέοντας ἀμείλιχον ἔκτανεν ὕδωρ.
καὶ Καλάμῳ δυσέρωτι, κασιγνήτῳ περ ἐόντι,
βαιὸν ἕνα θνήσκοντι δαΐξατε βότρυν ἐθείρης,
καὶ πλοκάμους ξύμπαντας ὀλωλότι κείρατε Καρπῷ.
εἶπε, καὶ αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ
πατρὸς ἀναινομένοιο πιὼν παιδοκτόνον ὕδωρ.
καὶ Κάλαμος καλάμοισιν ἐπώνυμον ὤπασε μορφὴν
ἰσοφυῆ, καὶ Καρπὸς ἀέξετο καρπὸς ἀρούρης.
τοῖα παρηγορέων φιλίῳ μειλίξατο μύθῳ
θοῦρος Ἔρως, γλυκὺ κέντρον ἐλαφρίζων Διονύσῳ.
καὶ κινυρῇ πολὺ μᾶλλον ἱμάσσετο θυμὸν ἀνίῃ
ἠιθέου διὰ πότμον ἀώριον. —ἀσταθέος δὲ
θυγατέρες Λυκάβαντος, ἀελλοπόδοιο τοκῆος,
εἰς δόμον Ἠελίοιο ῥοδώπιδες ἤιον Ὧραι·
ὧν ἡ μὲν νιφόεντι κατάσκιον ἀμφὶ προσώπῳ
λεπταλέον πέμπουσα κελαινεφέος σέλας αἴγλης
ψυχρὰ χαλαζήεντι συνήρμοσε ταρσὰ πεδίλῳ,
καὶ διερῷ πλοκαμῖδας ἐπισφίγξασα καρήνῳ
ὀμβροτόκον κρήδεμνον ἐπεσφήκωσε μετώπῳ,
καὶ χλοερὸν στέφος εἶχε καρήατι, χιονέῃ δὲ
στήθεα παχνήεντα κατέσκεπε λευκάδι μίτρῃ·