Ancient Greek
Book 11, lines 11.406-11.452
Nonnus of Panopolis, Διονυσιακά 11.406-452
Not analysed yet
παιδὶ δὲ λουομένῳ συνελούετο κοῦρος ἀθύρων,
καὶ πάλιν εἴκελον ἄλλον ἐν ὕδασιν εἶχον ἀγῶνα,
καὶ βραδὺς ἐν προχοῇσιν ἐνήχετο Καρπὸν ἐάσας
πρόσθε μολεῖν, ἵνα χερσὶν ὀπίστερος οἴδματα τέμνων
καρποῦ νηχομένοιο παρὰ σφυρὰ δεύτερος ἔλθῃ
ἠιθέου προθέοντος ἐλεύθερα νῶτα δοκεύων.
καὶ διερῆς βαλβῖδος ἔην δρόμος· ἤρισαν ἄμφω,
τίς τίνα νικήσειεν, ὅπως παλινόστιμος ἔλθῃ
ὄχθης ἀμφοτέρης διδυμάονα νύσσαν ἀμείβων
γαῖαν ἐς ἀντιπέραιαν ἐρεσσομένων παλαμάων·
καὶ προχοὴν ὁδὸν εἶχεν· ἀεὶ δέ οἱ ἐγγὺς ἱκάνων
κοῦρος ἐπειγομένης παλάμης πεφιδημένος ὁρμῆς
νηχομένων σκοπίαζε ῥοδόχροα δάκτυλα χειρῶν·
καὶ Κάλαμος προκέλευθος ἑὴν ἀνεσείρασεν ὁρμήν,
ἠιθέῳ δʼ ὑπόειξε· καὶ ἔδραμε χεῖρας ἐρέσσων
κοῦρος ἀελλήεις, ὑπὲρ οἴδματος αὐχένα τείνων·
καί νύ κεν ἐκ ῥοθίων ἐπεβήσατο Καρπὸς ἀρούρης,
καὶ μετὰ χερσαίην ποταμηίδα δύσατο νίκην,
ἀλλά μιν ἀντικέλευθος ἀνεστυφέλιξεν Ἀήτης,
καὶ γλυκὺν ἔκτανε κοῦρον ἀμείλιχος· ἠιθέου γὰρ
οἰγομένῳ νήριθμον ὕδωρ ἐπεσύρετο λαιμῷ.
καὶ Κάλαμος φθονεροῖο φυγὼν ἀνέμοιο θυέλλας
ἔκτοθεν ἡβητῆρος ἐδύσατο γείτονας ἀκτάς·
καὶ φίλον οὐ παρεόντα καὶ οὐκ ἀίοντα νοήσας
ἱμερόεν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·
Νηιάδες, φθέγξασθε, τίς ἥρπασε Καρπὸν Ἀήτης;
ναί, λίτομαι, πυμάτην δότε μοι χάριν, ἔλθετε πηγὴν
εἰς ἑτέρην, καὶ πατρὸς ἐμοῦ θανατηφόρον ὕδωρ
φεύγετε, μηδὲ πίητε ῥόον Καρποῖο φονῆα.
οὐ μὲν ἐμὸς γενέτης νέον ἔκτανεν· ἀλλὰ μεγαίρων
καὶ Καλάμῳ μετὰ Φοῖβον ἀπώλεσε Καρπὸν Ἀήτης,
καὶ τάχα μιν ποθέων ζηλήμονι τύψεν ἀέλλῃ,
ἠιθέῳ μετὰ δίσκον ἄγων ἀντίπνοον αὔρην.
οὔ πω ἐμὸς προχοῇσι λελουμένος ἄνθορεν ἀστήρ,
οὔ πω ἐμὸς σελάγιζεν Ἑωσφόρος· ἀλλὰ ῥεέθροις
καρποῦ δυομένοιο, τί μοι φάος εἰσέτι λεύσσειν;
νηιάδες, φθέγξασθε, τίς ἔσβεσε φέγγος Ἐρώτων;
δηθύνεις ἔτι, κοῦρε; τί σοι τόσον εὔαδεν ὕδωρ;
κρείσσονα μὴ φίλον εὗρες ἐν ὕδασι, τῷ παραμίμνων
δειλαίου Καλάμοιο πόθους ἔρριψας ἀήταις;
εἰ μία Νηιάδων σε δυσίμερος ἥρπασε Νύμφη,
ἔννεπε, καὶ πάσῃσι κορύσσομαι· εἰ δέ σε τέρπει
γνωτῆς ἡμετέρης γαμίων ὑμέναιος Ἐρώτων,
εἰπέ, καὶ ἐν προχοῇσιν ἐγὼ σέο παστὸν ἀνάψω.