Ancient Greek · ~7 min
Book 12, lines 12.150-12.196
Nonnus of Panopolis, Διονυσιακά 12.150-196
Not analysed yet
ἠέ μιν ἐν θυμέλῃσιν ἀνὴρ εὔρυθμος ἀείσει
Ἀονίου καλάμοιο χέων Ἰσμήνιον ἠχὼ
ἢ ναέταις Μαραθῶνος· ἀνευάξουσι δὲ Μῦσαι
ἄμπελον ἱμερόεντα σὺν ἀμπελόεντι Λυαίῳ.
καὶ σκολιὴν πλοκάμοιο λιπὼν ὀφιώδεα μίτρην
στέμματα βοτρυόεντα περιπλέξεις σέο χαίτῃ,
Φοίβῳ ζῆλον ἄγων, ὅτι πένθιμα χειρὶ τιταίνει
αἴλινα δενδρήεντα φιλοκλαύτων ὑακίνθων,
καὶ σὺ ποτὸν μεθέπεις, βροτέης ἄμπαυμα γενέθλης,
νέκταρος οὐρανίου χθόνιον τύπον, ἀνθεμόεν δὲ
παιδὸς Ἀμυκλαίοιο τεὸς νέος εὖχος ἐλέγξει·
εἰ δὲ πόλις κείνοιο μαχήμονα χαλκὸν ἀείρει,
καὶ σέθεν ἠιθέοιο φεραυγέα πατρὶς ἀέξει
ὑγρὸν ἐρευθομένης ποταμηίδος ὄμβρον ἐέρσης,
χρυσῷ ὅλη κομόωσα, καὶ οὐ χαίρουσα σιδήρῳ·
εἰ ποταμοῦ κελάδοντος ἀγάλλεται ἀμφὶ ῥεέθρῳ,
φέρτερον Εὐρώταο πέλει Πακτώλιον ὕδωρ.
Ἄμπελε, πένθος ὄπασσας ἀπενθήτῳ Διονύσῳ,
ὄφρα μελιρραθάμιγγος ἀεξομένου σέθεν οἴνου
τερπωλὴν ὀπάσειας ὅλῳ τετράζυγι κόσμῳ
καὶ σπονδὴν μακάρεσσι καὶ εὐφροσύνην Διονύσῳ·
Βάκχος ἄναξ δάκρυσε, βροτῶν ἵνα δάκρυα λύσῃ.
ὣς φαμένη γνωτῇσι συνέμπορος ἔστιχε δαίμων.
καὶ κινυρῷ μέγα θάμβος ἐφαίνετο μάρτυρι Βάκχῳ·
καὶ γὰρ ἀναΐξας ἐρόεις νέκυς ὡς ὄφις ἕρπων
ἄμπελος αὐτοτέλεστος ἑὴν ἠλλάξατο μορφήν,
καὶ πέλε νήδυμον ἄνθος· ἀμειβομένοιο δὲ νεκροῦ
γαστὴρ θάμνος ἔην περιμήκετος, ἄκρα δὲ χειρῶν
ἀκρεμόνες βλάστησαν, ἐνερρίζωντο δὲ ταρσοί,
βόστρυχα βότρυες ἦσαν, ἐμορφώθη δὲ καὶ αὐτὴ
νεβρὶς ἀεξομένης πολυδαίδαλον ἄνθος ὀπώρης,
ἀμπελόεις δὲ κόρυμβος ἔην δολιχόσκιος αὐχήν,
ἰσοφυὴς δʼ ἀγκῶνι τιταίνετο καμπύλος ὄρπηξ
οἰδαίνων σταφυλῇσιν, ἀμειβομένου δὲ καρήνου
γναμπτῆς κυρτὰ κόρυμβα τύπον μιμεῖτο κεραίης.
κεῖθι φυτῶν στίχες ἦσαν ἀπείρονες· αὐτοτελὴς δὲ
ὄρχατος ἀμπελόεις χλοεροὺς ὄρπηκας ἑλίσσων
οἴνοπι γείτονα δένδρα νέῳ μιτρώσατο καρπῷ.
καὶ νέον ἔπλετο θάμβος, ἐπεὶ τότε κοῦρος ἀθύρων,
εἰς φυτὸν ὑψιπέτηλον ἑὸν πόδα λοξὸν ἑλίσσων,
κισσὸς ἀερσιπότητος ἑὴν δενδρώσατο μορφήν,
καὶ πέλεν ἀγκύλον ἔρνος ἐπώνυμον, ἀρτιφυῆ δὲ
ὄρχατον ἡμερίδων σκολιῷ μιτρώσατο δεσμῷ.
καὶ φιλίοις πετάλοισι κατάσκιον ἔσκεπε κόρσην,
καὶ πλοκάμους ἐμέθυσσε φιλακρήτων ἀπὸ φύλλων
κυδιόων Διόνυσος· ἀεξιφύτοιο δὲ κούρου
ἄρτι πεπαινομένης ἐδρέψατο καρπὸν ὀπώρης.