Ancient Greek
Book 12, lines 12.103-12.149
Nonnus of Panopolis, Διονυσιακά 12.103-149
Not analysed yet
ἀλλʼ ὅτε θέσφατα ταῦτα θαλυσιὰς ἔδρακε κούρη,
δίζετο χῶρον ἐκεῖνον, ὅπῃ παρὰ γείτονι τοίχῳ
ποιητῇ κεχάρακτο τύπῳ Γανυμήδεος εἰκὼν
ἰκμάδα νεκταρέην χρυσέῳ στάζουσα κυπέλλῳ,
ἧχι χαρασσομένων ἐπέων τετράζυγος ὀμφή·
κεῖθι θεὰ φιλόβοτρυς ἐκώμασεν, εὗρε δὲ νύμφη
θέσφατα κισσοφόρῳ πεφυλαγμένα ταῦτα Λυαίῳ·
Φοίβῳ Ζεὺς ἐπένευσεν ἔχειν μαντώδεα δάφνην,
καὶ ῥόδα φοινίσσοντα ῥοδόχροϊ Κυπρογενείῃ,
γλαυκὸν Ἀθηναίῃ γλαυκώπιδι θαλλὸν ἐλαίης,
καὶ στάχυας Δήμητρι, καὶ ἡμερίδας Διονύσῳ.
τοῖα μὲν ἐν γραφίδεσσι φιλεύιος ἔδρακε κούρη·
τερπομένη δʼ ἤιξε, κασιγνήτας δὲ λαβοῦσα
εἰς ῥόον ἠῴοιο διέστιχεν Ὠκεανοῖο
ἱπποσύνῃ Φαέθοντος ὁμόδρομος. —οὐ δὲ Λυαίῳ
φάρμακον ἦν ἑτάροιο δεδουπότος, οὐδὲ χορείης
μνῆστις ἔην· φιλίῳ δὲ νόον δεδονημένος οἴστρῳ
αἴλινα πικρὰ λίγαινεν, ἀκηδέστῳ δὲ σιωπῇ
χάλκεα νῶτα λέλοιπεν ἀδουπήτοιο βοείης·
οὐδέ ἑ πηκτὶς ἔτερπεν. ἀμειδήτῳ δὲ προσώπῳ
οἰκτρὰ κινυρομένοιο φιλοστόργου Διονύσου,
ἔσχετο μὲν Λυδοῖο ῥόος δονακώδεος Ἕρμου
κραιπνὰ κυλινδομένου προχοῆς ἀνεμώδεϊ παλμῷ,
οὐδὲ ῥέειν μενέαινε· βαθυκτεάνῳ δὲ ῥεέθρῳ
Πακτωλὸς κροκόεις ἀνεσείρασε πένθιμον ὕδωρ
ἀνδρὸς ἔχων μίμημα κατηφέος· ἀμφὶ δὲ νεκρῷ
πηγαίων ἀνέκοψε παλίσσυτον ὁλκὸν ἐναύλων
Σαγγάριος προχέων Φρύγιον ῥόον· αἰνοτόκου δὲ
Τανταλίδος στοναχῇσι διάβροχος ἄπνοος εἰκὼν
διπλόα δάκρυα χεῦεν, ὀδυρομένου Διονύσου·
καὶ πίτυς αἰάζουσα συνέμπορος ἥλικι πεύκῃ
λεπταλέον ψιθύριζεν· ἀκερσικόμου δὲ καὶ αὐτὴ
Φοίβου δένδρον ἐοῦσα κόμην ἀπεσείσατο δάφνη
πενθαλέοις ἀνέμοις· λιπαρὴ δʼ ἄτμητος ἐλαίη
φύλλα χαμαὶ κατέχευε, καὶ εἰ φυτὸν ἦεν Ἀθήνης.
τοῖα πόθῳ στενάχοντος ἀδακρύτου Διονύσου
φρικτὰ μετετρέψαντο παλίλλυτα νήματα Μοίρης·
καὶ γόον ἀχνυμένοιο παραιφαμένη Διονύσου
Ἄτροπος ἐμπεδόμυθος ἀνήρυγεν ἔνθεον ὀμφήν·
Ζώει τοι, Διόνυσε, τεὸς νέος, οὐδὲ περήσει
πικρὸν ὕδωρ Ἀχέροντος· ἀκαμπέα δʼ εὗρεν ὀλέσσαι
σὸς γόος ἀτρέπτου παλινάγρετα νήματα Μοίρης·
ἄμπελος οὐ τέθνηκε, καὶ εἰ θάνεν· ἱμερόεν γὰρ
εἰς ποτόν, εἰς γλυκὺ νέκταρ ἐγὼ σέο κοῦρον ἀμείψω·
τὸν μὲν ἐυτροχάλου παλάμης βητάρμονι παλμῷ
δόρπιον ἁρμονίην διδυμόθροος αὐλὸς ἀράσσων
ὑμνήσει, Φρύγα ῥυθμὸν ἔχων ἤ Δωρίδα μολπήν·