Ancient Greek
Book 12, lines 12.285-12.332
Nonnus of Panopolis, Διονυσιακά 12.285-332
Not analysed yet
εἰ δὲ μεσημβρίζουσαν ἄγεις Φαέθοντος ἀπειλήν,
σῆς σταφυλῆς προκέλευθος ἐτησιὰς ἔρχεται αὔρη
δίψιον εὐνάζουσα πυρώδεος ἀστέρα Μαίρης,
ὁππότε θερμαίνει σε θερειγενέος δρόμος Ὥρης
θάλπων Σειριόεντι πεπαινομένην δρόσον ἀτμῷ.
ἔννεπε κυδιόων, προτέρας δʼ ἔρριψε μερίμνας
φάρμακον ἡβητῆρος ἔχων εὔοδμον ὀπώρην.
καὶ τὰ μὲν ἀμπελόεντος ἀείδεται ἀμφὶ κορύμβου,
πῶς πέλεν ἡβητῆρος ἐπώνυμος. ὑμνοπόλων δὲ
ἄλλη πρεσβυτέρη πέλεται φάτις, ὥς ποτε γαίῃ
οὐρανόθεν φερέκαρπος Ὀλύμπιος ἔρρεεν ἰχὼρ
καὶ τέκε Βακχιάδος σταφυλῆς ποτόν, ἐν σκοπέλοις δὲ
αὐτοφυὴς ἀκόμιστος ἀέξετο καρπὸς ὀπώρης·
οὔ πω δʼ ἡμερὶς ἦεν ἐπώνυμος, ἀλλʼ ἐνὶ λόχμαις
ἀγριὰς ἡβώουσα πολυγνάμπτοισι σελίνοις
οἰνοτόκων βλάστησε φυτῶν εὐάμπελος ὕλη,
ὑγρὸν ἀναβλύζουσα βεβυσμένον ὄγκον ἐέρσης·
καὶ πολὺς ὄρχατος ἦεν, ὅπῃ, στοιχηδὸν ἀνέρπων,
σείετο φοινίσσων ἐπὶ βότρυϊ βότρυς ἀλήτης·
ὧν ὁ μὲν ἡμιτέλεστος ἑὰς ὠδῖνας ἀέξων,
αἰόλα πορφύρων, ἑτερόχροϊ φαίνετο καρπῷ
ὃς δὲ φαληριόων ἐπεπαίνετο σύγχροος ἀφρῷ,
καἰ πολὺς ὤθεεν ἄλλος ὁμόζυγα γείτονα γείτων
ξανθοφυής, ἕτερος δὲ φυὴν ἰνδάλλετο πίσσῃ
περκάζων ὅλον ἄνθος, ἀπʼ οἰνοτόκων δὲ πετήλων
σύμφυτον ἀγλαόκαρπον ὅλην ἐμέθυσσεν ἐλαίην·
ἄλλου δʼ ἀρτιχάρακτος ἐπέτρεχεν ὄμφακι καρπῷ
βότρυος ἀργυφέοιο μέλας αὐτόσσυτος ἀήρ,
ὄγκῳ βοτρυόεντι φέρων σφριγόωσαν ὀπώρην
καὶ πίτυν ἀντικέλευθον ἕλιξ ἔστεψεν ὀπώρης
συμφερτοῖς σκιόωσα περισκεπὲς ἔρνος ἰάμνοις,
καὶ φρένα Πανὸς ἔτερπε· τινασσομένους δὲ Βορῆι
ἀκρεμόνας πελάσασα παρʼ ἀμπελόεντι κορύμβῳ
αἱμοβαφὴς ἐλέλιζε κόμην εὐώδεα πεύκη.
ἀμφὶ δέ μιν σκολιῇσι δράκων δινωτὸς ἀκάνθαις
λαρὸν ἐυρραθάμιγγος ἀμέλγετο νέκταρ ὀπώρης,
καὶ βλοσυραῖς γενύεσσι ποτὸν Βακχεῖον ἀμέλξας,
βότρυος οἰνωθέντος ἐπιστάζων πόμα λαιμῷ,
πορφυρέῃ ῥαθάμιγγι δράκων φοίνιξεν ὑπήνην.
καὶ θεὸς οὐρεσίφοιτος ὄφιν θάμβησε δοκεύων
οἰνωπῇ ῥαθάμιγγι πεφυρμένον ἀνθερεῶνα·
καὶ στικταῖς φολίδεσσι μετάτροπον ὁλκὸν ἑλίξας
πετραίην βαθύκολπον ἐδύσατο γείτονα χειήν,
εὔιον ἀθρήσας, ὄφις αἰόλος. εἰσορόων δὲ
Βάκχος ἐρευθαλέης ἐγκύμονα βότρυν ἐέρσης
ὀμφαίης ἐνόησε παλαίτερα θέσφατα Ῥείης.
καὶ σκοπέλους ἐλάχηνε, πεδοσκαφέος δὲ σιδήρου
θηγαλέῃ γλωχῖνι μυχὸν κοιλήνατο πέτρης·