Ancient Greek · ~7 min
Book 12, lines 12.333-12.381
Nonnus of Panopolis, Διονυσιακά 12.333-381
Not analysed yet
λειήνας δὲ μέτωπα βαθυνομένων κενεώνων
τάφρον ἐυσταφύλοιο τύπον ποιήσατο ληνοῦ,
βότρυας ἀμώων νεοθηλέας ὀξέι θύρσῳ,
τεύχων ὀψιγόνοιο τύπον γαμψώνυχος ἅρπης.
καὶ Σατύρων χορὸς ἦεν ὁμόστολος· ὧν ὁ μὲν αὐτῶν
λοξὸς ἔην τρυγόων, ὁ δὲ βότρυας ἄγγεϊ κοίλῳ
δέχνυτο τεμνομένους, ὁ δὲ σύμπλοκα φύλλα δαΐζων
χλωρὰ φιλακρήτων ἀπεσείσατο λύματα καρπῶν·
ἄλλος ἄτερ θύρσοιο καὶ εὐθήκτοιο σιδήρου
δεξιτερὴν ἀσίδηρον ἐπʼ ἀκρεμόνεσσι τιταίνων
βότρυος εἱλικόεντος ἀπέκλασεν ἄκρα κορύμβου,
ὀκλάζων ἐπίκυρτον, ἐς ἄμπελον ὄμμα τιταίνων·
καὶ γλαφυρῷ κενεῶνι χυτὴν ἔστρωσεν ὀπώρην
ὀγκώσας σταφυλῇσι μεσόμφαλα νῶτα χαράδρης
βότρυας εἱλικόεντας ἐπασσυτέρους θέτο κόλπῳ
ἐκταδὸν ἔνθα καὶ ἔνθα, καὶ ὡς θημῶνας ἀλωῆς
πλήσας κόλπον ἅπαντα συνήγαγε κοιλάδι πέτρῃ,
καὶ σταφυλὴν ἐπάτησε ποδῶν βητάρμονι παλμῷ.
καὶ Σάτυροι σείοντες ἐς ἠέρα θυιάδα χαίτην,
ἰσοφυὲς μίμημα διδασκόμενοι Διονύσου,
στικτὰ περισφίγξαντες ἐπωμίδι δέρματα νεβρῶν,
Βακχείης ἀλάλαζον ὁμογλώσσου μέλος ἠχοῦς,
ποσσὶ πολυσκάρθμοισι περιθλίβοντες ὀπώρην,
εὔιον ἀείδοντες· ἐρισταφύλοιο δὲ κόλπου
οἴνου ἀναβλύζοντος ἐπορφύροντο χαράδραι·
στεινομένη δὲ πόδεσσιν ἀμοιβαίοισιν ὀπώρη
λευκὸν ἐρευθαλέης ἀνεκήκιεν ἀφρὸν ἐέρσης.
καὶ βοέοις ἀρύοντο κεράασιν ἀντὶ κυπέλλων
μή πω φαινομένων, ὅθεν ὕστερον ἐξέτι κείνου
θέσκελον οὔνομα τοῦτο κεραννυμένῳ πέλεν οἴνῳ.
καί τις ἀναβλύζων φρενοθελγέος ἰκμάδα Βάκχου
καμπύλον ἴχνος ἔκαμψε ποδῶν ἑλικώδεϊ παλμῷ,
δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἀμείβων,
καὶ λασίας ἐδίηνε γενειάδας ἰκμάδι Βάκχου·
ἄλλος ἀνεσκίρτησε, μέθης δεδονημένος οἴστρῳ,
φρικτὸν ἀρασσομένης ἀίων μύκημα βοείης·
καί τις ἀκεσσιπόνοιο πιὼν ῥόον ἄσχετον οἴνου
κυανέην ῥοδόεντι ποτῷ πόρφυρεν ὑπήνην·
ἄλλος ἄνω τανύων σφαλερὴν ἐπὶ δένδρον ὀπωπὴν
ἡμιφανῆ σκοπίαζεν ἀνάμπυκα γείτονα Νύμφην,
καί νύ κεν ὑψιπέτηλον ὀρειάδος εἰς φυτὸν ὕλης
εἷρπεν ὀλισθηροῖο ποδὸς γαμψώνυχι ταρσῷ,
εἰ μή μιν Διόνυσος ἐρήτυεν· ἀμφὶ δὲ πηγὰς
ἄλλος ἐγερσινόοιο μέθης ἑτερόφρονι παλμῷ
ὑδρηλὴν ἐδίωκεν ἀνείμονα Νηίδα κούρην,
καί νύ κε νηχομένην λασίῳ πήχυνεν ἀγοστῷ,
εἰ μή μιν φθαμένη βυθίῳ κεκάλυπτο ῥεέθρῳ.
μούνῳ δʼ οἰνοποτῆρι Διωνύσῳ πόρε Ῥείη
λυσσαλέης ἀμέθυστον ἀλεξήτειραν ἀνάγκης.