Ancient Greek
Book 12, lines 12.382-12.397
Nonnus of Panopolis, Διονυσιακά 12.382-397
Not analysed yet
πολλοὶ δʼ εὐκεράων Σατύρων φιλοπαίγμονι ταρσῷ
εἰς χορὸν οἰστρηθέντες ἐκώμασαν· ὧν ὁ μὲν αὐτῶν
θερμὸν ἔχων νέον οἶστρον ὑπὸ φρένα, πομπὸν Ἐρώτων,
πήχεϊ λαχνήεντι μέσην ἠγκάσσατο Βάκχην·
ὃς δὲ νοοπλάγκτοιο μέθης δεδονημένος οἴστρῳ
παρθενικῆς ἀγάμοιο σαόφρονος ἥψατο μίτρης,
αὖ ἐρύων ἐπὶ Κύπριν ἀπειθέος εἵματα νύμφης,
χειρὶ δʼ ὀπισθοβόλῳ ῥοδέων ἐπαφήσατο μηρῶν·
καί τις ἀναινομένην ἀνεσείρασε μύστιδα κούρην
λαμπάδα νυκτιχόρευτον ἀναπτομένην Διονύσῳ·
ὃς δὲ περὶ στέρνοις πεφιδημένα δάκτυλα βάλλων
οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ.
καὶ γλυκερῆς Διόνυσος ἑῆς μετὰ κῶμον ὀπώρης
δύσατο κυδιόων Κυβεληίδος ἄντρα θεαίνης,
κλήματα βοτρυόεντα φιλανθέι χειρὶ τιταίνων,
Μαιονίην δʼ ἐδίδαξεν ἑὴν ἄγρυπνον ἑορτήν.