Ancient Greek · ~8 min
Book 12, lines 12.50-12.102
Nonnus of Panopolis, Διονυσιακά 12.50-102
Not analysed yet
καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην
φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος.
ἀλλʼ ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην
καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν Ἐνυὼ
ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη,
γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς· εἶχε δὲ κείνη,
πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω
δενδρείην γονόεσσαν ἀναπτύξασα λοχείην
ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη,
καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς
ἠλιβάτοις πελάγεσσιν ἄγων ὑψούμενον ὕδωρ,
πῶς Νότος ἐκ Βορέαο, καὶ ἐκ Λιβὸς Εὖρος ἱμάσσων
λάρνακα Δευκαλίωνος ἀλήμονα, γείτονα Μήνης,
εἰς πλόον ἠερόφοιτον ἐκούφισεν ἄμμορον ὅρμου.
καὶ τριτάτην ὅτε κύρβιν ἐπέδραμεν εὔποδι ταρσῷ
μυστιπόλος Λυκάβαντος, ἕλιξ στηρίζετο κούρη,
μόρσιμα παπταίνουσα πολύτροπα θέσφατα κόσμου,
γράμματα φοινίσσοντα, σοφῇ κεχαραγμένα μίλτῳ,
ὁππόσα ποικιλόμυθος ἐπέγραφεν ἀρχέγονος φρήν,
τοῖα προθεσπίζοντα, καὶ ἐν πινάκεσσιν ἀνέγνω·
Ἥρης βουκόλος Ἄργος ἐς ὄρνεον εἶδος ἀμείψει
φαιδρὸν ἔχων βλοσυρῶν βλεφάρων τύπον ἀλλὰ καὶ αὐτὴ
Ἁρπαλύκη μετὰ λέκτρον ἀλιτροβίων ὑμεναίων
υἱέα δαιτρεύσασα θυγατρογάμῳ γενετῆρι
ἠερίην πτερόεσσαν ἐρετμώσειε πορείην
ὄρνις ἀελλήεσσα· καὶ ἱστοπόνος φιλομήλη
ἔσσεται αἰολόδειρος ὑποτρύζουσα χελιδών,
μαρτυρίην βοόωσα λιπογλώσσοιο σιωπῆς,
δαίδαλα φωνήεντα σοφῷ γράψασα χιτῶνι·
καὶ Νιόβη Σιπύλοιο παρὰ σφυρὰ πέτρος ἐχέφρων
δάκρυσι λαϊνέοισιν ὀδυρομένη στίχα παίδων
στήσεται οἰκτρὸν ἄγαλμα. καὶ ἔσσεται αὐτόθι γείτων
Πύρρος ἐρωμανέων Φρύγιος λίθος, εἰσέτι Ῥείης
οἶστρον ἔχων ἀθέμιστον ἀνυμφεύτων ὑμεναίων,
Θίσβη δʼ ὑγρὸν ὕδωρ καὶ Πύραμος, ἥλικες ἄμφω,
ἀλλήλους ποθέοντες· ἐυστεφάνοιο δὲ κούρης
μίλακος ἱμείρων Κρόκος ἔσσεται ἄνθος Ἐρώτων·
καὶ γαμίην μετὰ νύσσαν ἀελλοπόδων Ὑμεναίων
καὶ Παφίης μετὰ μῆλα λεοντείην ἐπὶ μορφὴν
Ἄρτεμις οἰστρήσειεν ἀμειβομένην Ἀταλάντην.
καὶ τὰ μὲν εἰν ἑνὶ πάντα παρέστιχεν ἄστατος Ὥρη,
εἰσόκε χῶρον ἵκανεν, ὅπῃ πυρόεις Ὑπερίων
σύμβολα μαντοσύνης ἀνεμώδεϊ πέφραδε κούρῃ,
ἧχι Λέων ἐτέτυκτο σελασφόρος, ἧχι καὶ αὐτὴ
παρθένος ἀστερόεσσα νόθῃ ποικίλλετο μορφῇ
οἴνοπα βότρυν ἔχουσα, θερειγενὲς ἄνθος ὀπώρης·
κεῖθι Χρόνου θυγάτηρ πόδας εὔνασε, ταῦτα δʼ ἀνέγνω·
Κισσὸς ἀερσιπότης, ἐρόεις νέος, εἰς φυτὸν ἕρπων
ἔσται κισσὸς ἕλιξ καὶ ἐν ἔρνεσιν· ἠιθέου δὲ
ὄρθιος ἐκ Καλάμοιο δόναξ κυρτούμενος αὔραις
λεπτὸν ἀεξιφύτοιο φανήσεται ἔρνος ἀρούρης,
ἡμερίδων στήριγμα· καὶ εἰς φυτὸν εἶδος ἀμείψας
ἄμπελος ἀμπελόεντι χαρίζεται οὔνομα καρπῷ.