Ancient Greek · ~7 min
Book 13, lines 13.110-13.157
Nonnus of Panopolis, Διονυσιακά 13.110-157
Not analysed yet
ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος
ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει
Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης,
ὁλκάσι δʼ Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης
ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης,
νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην,
κούρη δʼ ὀψὲ μολοῦσα μετάρσιος εἰς χθόνα Ταύρων
φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων,
ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ
γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην.
Βοιωτῶν τόσος ἦλθεν ἀμετρήτων στόλος ἀνδρὼν
Ἰνδῴην ἐπὶ δῆριν ὁμαρτήσας Ὑμεναίῳ.
τοῖσι συνεστρατόωντο σοφῇ παρὰ Δελφίδι πέτρῃ
ἀγχίποροι Φωκῆες ὁμήλυδες, οἳ Κυπαρίσσου
εἶχον ἕδος καὶ γαῖαν Ὑάμπολιν, ἥν περ ἀκούω
Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἥ περὶ μορφῆς
αὐχένα γαῦρον ἄειρε καὶ ἤρισε Τριτογενείῃ·
οἵ τʼ ἔλαχον Πυθῶνα καὶ ἀμφίκρημνον ἀλωήν,
Κρῖσαν ἀειδομένην καὶ Δαυλίδα καὶ Πανοπῆα,
γείτονα Βάκχον ἔχοντες, ἐπεὶ δαφναῖος Ἀπόλλων
κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσῳ,
Παρνησσὸν δικάρηνον· ἀγειρομένοισι δὲ λαοῖς
Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη
καὶ τρίπος αὐτοβόητος, ἀσιγήτοιο δὲ πηγῆς
Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ.
Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται
παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου,
οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ
νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις,
τόν ποτε πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ
εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθά μιν Ἰνὼ
Μύστιδι παιδοκόμῳ παρακάτθετο μητρὶ Κορύμβου·
οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου,
Πρυμνεὺς εἱλιπόδης τε Μίμας καὶ ὀρίδρομος Ἄκμων
Δαμνεύς τʼ Ὠκύθοός τε σακεσπάλος, οἷς ἅμα βαίνων
σύνδρομος Ἰδαίῳ κορυθαιόλος ἦλθε Μελισσεύς,
οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ
Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης
Κόμβης ἑπτατόκου μετὰ μητέρος· οἱ δὲ φυγόντες
Κνώσσιον οὖδας ἵκοντο, καὶ ἔμπαλιν ἦσαν ἀλῆται
εἰς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας,
ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εἰσόκε Κέκροψ
Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ,
καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος
νόστιμον ἴχνος ἔκαμψαν ἐς ἱερὸν οὖδας Ἀβάντων,
Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν,
οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ
κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χορείη.