Ancient Greek · ~7 min
Book 13, lines 13.158-13.205
Nonnus of Panopolis, Διονυσιακά 13.158-205
Not analysed yet
τοῖσι συνεστρατόωντο μαχήμονες υἷες Ἀβάντων,
οἳ λάχον ὀφρυόεσσαν Ἐρέτριαν, οἳ λάχον ἄμφω,
καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου
ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τʼ ἔχον ἀκτήν,
ἀκτὴν κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ,
καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην
Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς·
τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη
Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων.
ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλʼ ἕνα πάντες
θυμὸν ἔχον κατʼ Ἄρηα· καὶ ἀστέρας αἴθοπι βωμῷ
Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου,
δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις.
Κεκροπίδας δʼ ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς—
χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων,
τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος
παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ
παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ
παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ
Ἡφαιστηιάδην, ὅτε δύσγαμος ἀμφιγυήεις
ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ,
θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων·
τοῖος Ἀθηναίων στρατιῆς πρόμος ἦλθεν Ἐρεχθεύς,
Σίφνον ἔχων συνάεθλον, ὁμόπτολιν ἡγεμονῆα—,
οἳ λάχον Οἰνώης γόνιμον πέδον, οἵ τε καρήνων
γείτονος Ὑμήττοιο μελισσήεντας ἐναύλους
καὶ τέμενος βαθύδενδρον ἐλαιοκόμου Μαραθῶνος,
οἵ τε πόλιν Κελεοῖο, καὶ οἳ λάχον ὅρμον Ἀθήνης,
ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης,
καὶ δάπεδον Θορίκοιο καὶ εὐώδινος Ἀφίδνης,
οἵ τʼ ἔχον ἀγλαόπαιδος Ἐλευσινίην χθόνα Δηοῦς,
μυστιπόλοι ταλάροιο καὶ εὐκάρποιο θεαίνης,
Τριπτολέμου γεγαῶτες ἀφʼ αἵματος, ὅς ποτε Δηοῦς
δίφρον ἐχιδνήεντα διʼ ἠέρος ἡνιοχεύων
στικτὰ φερεσταχύων ἐπεμάστιε νῶτα δρακόντων·
καὶ πολὺς ἔνθα καὶ ἔνθα σιδήρεα τεύχεα πάλλων
παισὶ κορυσσομένοισι γέρων ὤρεξεν Ἀχαρνεύς·
καὶ στίχες Ἀτθίδος ἦλθον ἐπήλυδες, ἐγρεμόθων δὲ
σὺν δορί, σὺν ξιφέεσσιν ἐπειγομένων ναετήρων
εἰς μόθον εὐπήληκες ἐβακχεύθησαν Ἀθῆναι,
ἐσσυμένων δʼ ἐς Ἄρηα λιμὴν ἤχησε Φαληρεύς·
καὶ πολὺς ἀγγέλλων προτέρην αὐτόχθονα φύτλην
χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ.
πατρίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις
ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ,
αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς·
ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός· ἔξοχα δʼ ἄλλων
χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ·