Ancient Greek · ~7 min
Book 13, lines 13.206-13.252
Nonnus of Panopolis, Διονυσιακά 13.206-252
Not analysed yet
Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ,
οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ,
ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν
ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας
φέρτερον εἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς,
καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος· ἐξαπίνης γὰρ
ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἑσμὸς ἀρούρης
εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ·
τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ
Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης,
φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα,
καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη
οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών,
δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα
Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι.
καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.
Κρήτης δʼ ἡγεμόνευε πολυγλώσσων ναετήρων
Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ
ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη
λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης
Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ·
ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ
ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης
πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,
Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ
πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι,
οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δʼ ἀπὸ Λύκτου
Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ
ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται
καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου
καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης
καὶ δάπεδον Κισάμοιο, καὶ ἄστεα καλὰ Κυταίου.
τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ
θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην
Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ,
νίκης ἐσσομένης πρωτάγγελος· ἀλλʼ ἐνὶ χάρμῃ
νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης
νηλής· οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν
πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης,
ἀλλά βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης
Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης,
καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσας
ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων,
Ἀστερίους δʼ ἐκάλεσσε καὶ ὤπασεν οὔνομα Κόλχοις
Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ
πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσας
αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ.