Ancient Greek · ~8 min
Book 13, lines 13.304-13.358
Nonnus of Panopolis, Διονυσιακά 13.304-358
Not analysed yet
καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην
αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων·
παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην
δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου
ὠμαδίῳ τελαμῶνι κατεκλήισσε φαρέτρην.
τῷ δʼ ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης,
καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,
Κιλλυρίων τʼ Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων
ἕδρανον ἀμφενέμοντο, καὶ οἵ Κατάνην πάρα λίμνην
γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ
Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων
τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ·
οἵ τʼ εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ
Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ,
Ὕβλης θʼ ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης,
ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης
θερμὸν ἀναβλύζουσι Τυφαονίης σέλας εὐνῆς,
οἵ τε δόμους ἐδάσαντο παρʼ ὀφρυόεντι Πελώρῳ,
καὶ δάπεδον νησαῖον ἁλιρροίζοιο Παχύνου,
καὶ Σικελὴν Ἀρέθουσαν, ὅπῃ μετανάστιος ἕρπει
στέμματι Πισαίῳ κομόων Ἀλφειὸς ἀλήτης,
πορθμεύων βατὸν οἶδμα, καὶ ἀκροτάτου διὰ πόντου
ἕλκει δοῦλον Ἔρωτος ὑπέρτερον ἄβροχον ὕδωρ,
θερμὸν ἔχων ψυχροῖο διʼ ὕδατος ἁπτόμενον πῦρ.
τοῖς ἔπι Φαῦνος ἵκανε πυρισφρήγιστον ἐάσας
Σικελίης τριλόφοιο Πελωρίδα πέζαν ἐρίπνης,
τὸν βυθίῳ Κρονίωνι συναπτομένη τέκε Κίρκη,
σύγγονος Αἰήταο πολύθρονος, ἣ παρὰ λόχμῃ
ᾤκεε πετραίοιο βαθύσκια κύκλα μελάθρου.
καὶ Λίβυες στρατόωντο παρʼ Ἑσπέριον κλίμα γαίης
ἀγχινεφῆ ναίοντες ἀλήμονος ἄστεα Κάδμου·
κεῖθι γὰρ ἀντιπόρων ἀνέμων πεφορημένος αὔραις
εἰς χρόνον ᾤκεε Κάδμος, ἔχων Σιθωνίδα νύμφην
σύμπλοον, Ἁρμονίην ἔτι παρθένον, ἧς διὰ μορφὴν
γείτονας ἀντιβίους πολεμητόκος ὥπλισε φήμη,
ἣν Χάριν ἀντονόμηνε Λίβυς στρατός—ἁβροτέρη γὰρ
Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη χάρις ἄλλη,
τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος—, ἧς ἐπὶ μορφῇ
ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ
φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος Ἄρης,
λαὸς ἐρημονόμος Μαυρούσιος· ἀλλὰ τινάσσων
χερσὶ γυναιμανέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης
Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης,
ἑσπερίων δʼ ἐφόβησεν ὅλον γένος Αἰθιοπήων
σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ·
κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ
Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης,
νύμφαι δʼ Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου
Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν,
χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην,
νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων
Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ
βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις
ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη
χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης·