Ancient Greek · ~7 min
Book 13, lines 13.359-13.410
Nonnus of Panopolis, Διονυσιακά 13.359-410
Not analysed yet
καὶ μέλος ἀστραίης κιθάρης ἐπίκωμον ἐγείρας
μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ
οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας,
καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ·
καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης
δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ,
δωμήσας πολίων ἑκατοντάδα, δῶκε δʼ ἑκάστῃ
δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις.
κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ
μαρναμένου βρομίοιο προασπιστῆρες Ἐνυοῦς,
τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης
καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους,
μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων
ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης
ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς·
οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ
ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης,
Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων
Ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών.
τόσσος λαὸς ἔην ἑκατόμπολις· ἐρχομένης δὲ
πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη
Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος
Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ
νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς
ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης·
αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον Ἄρεα νηῶν
ναύμαχον ἑσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ
ἠερίοις ἀνέμοισιν ἀναστήσειεν Ἐνυώ,
ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου
Αἰολίης στόλος ἦλθε σακέσπαλος, ἀλλὰ μανέντος
ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ
ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται,
συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην,
καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ.
Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται,
κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης,
Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην,
Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τʼ ἔχον ἄμφω,
ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην,
καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης
ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ,
καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων
κτίσμα φατιζομένης Περσηίδος, ὁππόθι κούρης
μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι,
οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης
Βρόντιον ἀμφενέμοντο, καὶ ἃς ἐπὶ γείτονι πόντῳ
Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω.
τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες, ἀρχεγόνου δὲ
Ἠλέκτρης, ὁμόφυλον ἐπιστώσαντο γενέθλην·
κεῖθι γὰρ Ἁρμονίην γένος αἰθέρος, αἷμα θαλάσσης,
Ἄρης, Ζεύς, Κυθέρεια θεῶν χραισμήτορι Κάδμῳ
κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα.