Ancient Greek
Book 13, lines 13.511-13.558
Nonnus of Panopolis, Διονυσιακά 13.511-558
Not analysed yet
καὶ Φρύγες ἐστρατόωντο παρʼ ἐγρεμόθων στίχα Λυδῶν,
οἵ τʼ ἔλαχον Βούδειαν, ἀειδομένην τε πολίχνην
δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,
οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις
Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ,
καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς
χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·
τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν
γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.
τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην,
Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης·
ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,
ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,
καὶ δρύες ἐκρύφθησαν, ἀκανθοφόροις τʼ ἐνὶ βήσσαις
διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,
ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ
καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,
Πρίασος Ἀονίης μετανέσσατο κόλπον ἀρούρης,
Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·
αἰεὶ δʼ ἀλλοδαποῖσι παρʼ ἀνδράσι δάκρυα λείβων
μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,
Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην
Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων
κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ·
καὶ ῥόον ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ
εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,
καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι·
καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσας
Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην,
καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ
νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων
Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου,
Βρόμβιον ὃν καλέουσιν· ἀπὸ Φρυγίοιο δὲ κόλπου
Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί.
Ἀστερίου δʼ ἀπάνευθε ἑοῦ γενέταο μολόντος
ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ
Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν
λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν·
οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν
γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν
ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων
Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην
Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος,
ὀλβίζων ὑπʼ ἔρωτι μεμηλότα γείτονι πέτρῃ
νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Ζελήνης·
ἀλλʼ ἔτι Βυβλίς ἔην φιλοπάρθενος, ἀλλʼ ἔτι θήρην
Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων·