Ancient Greek · ~7 min
Book 13, lines 13.464-13.510
Nonnus of Panopolis, Διονυσιακά 13.464-510
Not analysed yet
Λυδῶν δʼ ἁβρὸς ὅμιλος ἐπέρρεεν, οἵ τʼ ἔχον ἄμφω,
Κῖμψον ἐυψήφιδα καὶ ὀφρυόεσσαν Ἰτώνην,
οἵ τε Τορήβιον εὐρύ, καὶ οἵ πλούτοιο τιθήνας
Σάρδιας; εὐώδινας, ὁμήλικας ἠριγενείης,
καὶ χθόνα Βακχείην σταφυληκόμον, ἧχι τεκούσῃ
ἀμπελόεις Διόνυσος ἔχων δέπας ἔμπλεον οἴνου
Ῥείῃ πρῶτα κέρασσε, πόλιν δʼ ὀνόμηνε Κεράσσας,
καὶ σκοπιὰς Ὀάνοιο, καὶ οἳ ῥόον ἔλλαχον Ἕρμου
ὑδατόεν τε Μέταλλον, ὅπῃ Πακτώλιον ἰλὺν
ξανθὸς ἀποπτύων ἀμαρύσσεται ὄλβος ἐέρσης·
καὶ Στατάλων κεκόρυστο πολὺς στρατός, ἧχι Τυφωεὺς
θερμὸν ἀναβλύζων πυριθαλπέος ἄσθμα κεραυνοῦ
ἔφλεγε γείτονα χῶρον, ἀελλήεντι δὲ καπνῷ
αἰθομένου Τυφῶνος ἐτεφρώθησαν ἐρίπναι,
γυιοβόρῳ σπινθῆρι μαραινομένων κεφαλάων·
ἀλλὰ Διὸς Λυδοῖο θυώδεα νηὸν ἐάσας
ἀρητὴρ ἀσίδηρος ἐμάρνατο κέντορι μύθῳ,
μύθῳ ἀκοντιστῆρι, καὶ οὐ τμητῆρι σιδήρῳ,
γλώσσῃ ἐρητύων πειθήνιον υἱὸν ἀρούρης,
ἔγχος ἔχων στόμα θοῦρον, ἔπος ξίφος, ἀσπίδα φωνήν,
τοῦτο θεοκλήτῳ προχέων ἔπος ἀνθερεῶνι·
στῆθι, τάλαν· φλογόεις δὲ Γίγας ὑπὸ μύστιδι τέχνῃ
ἀρραγέος μύθοιο σοφῷ στηρίζετο δεσμῷ
ἀνέρα δειμαίνων κεκορυθμένον ἔμφρονι λόγχῃ,
γυιοπέδην ἀσίδηρον ἔχων ποινήτορι μύθῳ·
οὐδὲ τόσον τρομέεσκεν ὀιστευτῆρα κεραυνοῦ
αἰνογίγας πολύπηχυς, ὅσον ῥηξήνορα μύστην
γλώσσῃ ὀιστεύοντα λάλον βέλος, εἶξε δὲ κάμνων
ἕλκεα φωνήεντα πεπαρμένος ὀξέι μύθῳ·
καὶ πυρὸς ἕλκος ἔχων, τετορημένος ἔγχεϊ θερμῷ,
ἄλλῳ θερμοτέρῳ νοερῷ πυρὶ κάμνε Τυφωεύς,
καὶ στατὸν ἀστυφέλικτον ἐνερρίζωσεν ἀνάγκῃ
ταρσὸν ἐχιδνήεντα πεπηγότα μητέρι Γαίῃ,
οὐτηθεὶς ἀχάρακτον ἀναιμάκτῳ δέμας αἰχμῇ.
ἀλλὰ τὰ μὲν προτέροισιν ἐν ἀνδράσιν ἤγαγεν αἰών.
τοὺς δὲ λίγα κροτέοντας ὑπʼ εὐρύθμῳ χθόνα ταρσῷ
καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν·
καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων
τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει
εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων·
τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην
Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ,
ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ·
καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,
καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,
καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν
χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.