Ancient Greek · ~7 min
Book 14, lines 14.312-14.360
Nonnus of Panopolis, Διονυσιακά 14.312-360
Not analysed yet
ἔγχεϊ δʼ οὐ πέλε θύρσος ὁμοίιος. ἀλλά, Κελαινεῦ,
Δηριάδην πεφύλαξο μεμηνότα, μή σε δαμάσσῃ
οὐτιδανὴν ἀσίδηρον ἀλυσκάζοντα γυναῖκα.
ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων,
μητρυιὴ κοτέουσα μενεπτολέμῳ Διονύσῳ.
καὶ βρομίου κήρυκες ἀπήλυθον· ἀγχιφανὴς δὲ
Ἀστράεις ὑπέροπλος, ἔχων ἄστοργον ἀπειλήν,
μαίνετο βουκεράους Σατύρους καὶ Πᾶνα διώκων,
μειλιχίου κήρυκας ἀτιμάζων Διονύσου.
οἱ δὲ παλιννόστοιο ποδὸς δειδήμονι ταρσῷ
φύξιον ἴχνος ἔκαμψαν ἐγερσιμόθῳ Διονύσῳ.
καὶ στρατὸν ὥπλισε Βάκχος ἐς ἀντιπόρων στίχας Ἰνδῶν.
οὐδὲ λάθε ζοφόεντα Κελαινέα θῆλυς Ἐνυώ,
ἀλλὰ θορὼν ἀκίχητος ὅλον στρατὸν ὥπλισεν Ἰνδῶν·
καὶ θρασὺς Ἀστράεις, μενεδήιον οἶστρον ἀέξων,
Ἀστακίδος κελάδοντα περὶ ῥόον ἵστατο λίμνης,
δέγμενος ἀμπελόεντος ἐπηλυσίην Διονύσου.
ἀλλʼ ὅτε δὴ διδύμης στρατιῆς ἑτερόζυγι λαῷ
ἀμφοτέρων στίχα πᾶσαν ἐκόσμεον ἡγεμονῆες,
κλαγγῇ μὲν ζοφόεντες ἐπὶ κλόνον ἤιον Ἰνδοί,
Θρηικίοις γεράνοισιν ἐοικότες, εὖτε φυγοῦσαι
χειμερίην μάστιγα καὶ ἠερίου χύσιν ὄμβρου
Πυγμαίων ἀγεληδὸν ἐπαΐσσουσι καρήνοις
Τηθύος ἀμφὶ ῥέεθρα, καὶ ὀξυόεντι γενείῳ
οὐτιδανῆς ὀλέκουσι λιποσθενὲς αἷμα γενέθλης,
ἱπτάμεναι νεφεληδὸν ὑπὲρ κέρας Ὠκεανοῖο·
εἰς ἐνοπὴν δʼ ἑτέρωθεν ἐβακχεύοντο μαχηταί,
ἀκλινέες θεράποντες ἐγερσιμόθου Διονύσου·
Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον· ἀγρομένων δὲ
ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ,
ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ,
ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσετο θύρσῳ
οἰστρομανής, ἑτέρη δὲ κατʼ αὐχένος ἄμμορα δεσμῶν
μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης,
Μαιναλὶς ἀκρήδεμνος, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης·
ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ
πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ·
ἄλλη δʼ ἐν παλάμῃσι, κατάσχετος ἅλματι λύσσης,
ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ,
χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης·
καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις
δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·
ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ
ὠμοβόρων ἔζευξεν ἐπʼ αὐχένι δεσμὰ δρακόντων·
ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην
πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἶα χιτῶνα
στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,
δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην·