Ancient Greek · ~7 min
Book 14, lines 14.264-14.311
Nonnus of Panopolis, Διονυσιακά 14.264-311
Not analysed yet
καὶ λασίην Κένταυρος ἔχων φρίσσουσαν ὑπήνην
εἰς ζυγὸν αὐτοκέλευστος ἑκούσιον αὐχένα τείνας
καὶ Σατύρων πολὺ μᾶλλον ἔχων πόθον ἡδέος οἴνου
ἡμιτελὴς χρεμέτιζεν ἀνὴρ κεκερασμένος ἵππῳ,
ἱέμενος Διόνυσον ἑοῖς ὤμοισιν ἀείρειν.
καὶ θεὸς εὐόρπηκος ἐφήμενος ἄντυγι δίφρου
Σαγγαρίου παρὰ χεῦμα, περὶ Φρύγα κόλπον ἀρούρης,
λαϊνέης Νιόβης παρεμέτρεε πενθάδα πέτρην·
καὶ λίθος Ἰνδὸν ὅμιλον ἐριδμαίνοντα Λυαίῳ
δακρυόεις ὁρόων βροτέην πάλιν ἴαχε φωνήν·
Μὴ μόθον ἐντύνητε θεημάχον, ἄφρονες Ἰνδοί,
παιδὶ Διός, μὴ Βάκχος ἀπειλείοντας Ἐνυὼ
λαϊνέους τελέσειε καὶ ὑμέας, ὥς περ Ἀπόλλων,
μυρομένους τύπον ἶσον ἐμῇ πετρώδεϊ μορφῇ,
μὴ ποταμοῦ παρὰ χεῦμα φερώνυμον Ἰνδὸν Ὀρόντην
γαμβρὸν ἐσαθρήσητε δεδουπότα Δηριαδῆος.
Ῥείη χωομένη δύναται πλέον ἰοχεαίρης·
Φοίβου φεύγετε Βάκχον ἀδελφεόν· αἰδέομαι γὰρ
Ἰνδῶν κτεινομένων ἀλλότρια δάκρυα λείβει.
τοῖα λίθον βοόωντα πάλιν σφρηγίσσατο σιγή.
καὶ θεὸς ἀμπελόεις φρυγίης μετὰ πέζαν ἐρίπνης
Ἀσκανίης ἐπέβαινεν. ὁμηγερέες δὲ πολῖται
πάντες, ὅσοις Ἰόβακχος ἑὴν ὤρεξεν ὀπώρην,
καὶ τελετὰς ἐδέχοντο καὶ ἠσπάζοντο χορείας,
αὐχένα δοχμώσαντες ἀνικήτῳ Διονύσῳ,
εἰρήνης ἐθέλοντες ἀναιμάκτοιο γαλήνην·
Βάκχων τοῖος ἔην κερόεις στρατός, οἷς ἅμα Βάκχαι
εἰς μόθον ὡπλίζοντο. φιλαγρύπνῳ δὲ Λυαίῳ
πάννυχος ἀστερόεντα πυρίτροχον ὁλκὸν ὑφαίνων
οὐρανὸς ἐβρόντησεν, ἐπεὶ τότε μάρτυρι πυρσῷ
νίκης Ἰνδοφόνοιο τέλος μαντεύσατο Ῥείη.
εἰς ἐνοπὴν δʼ ἠῷος ἔβη θεὸς ὕβριν ἐλαύνων
ἀνδρῶν κυανέων, ἵνα δούλιον αὐχένα Λυδῶν
καὶ Φρυγίης ναετῆρα καὶ Ἀσκανίης πολιήτην
κοιρανίης δασπλῆτος ἀποζεύξειε λεπάδνων.
τοῖς τότε Βάκχος ἔπεμπε δύω κήρυκας Ἐνυοῦς
ἀγγελίην ἐνέπειν, ἢ φευγέμεν ἢ πολεμίζειν·
καί σφισι νισσομένοισι συνέστιχεν αἰγίβοτος Πάν,
στῆθος ὅλον σκιόωντα φέρων πώγωνα κομήτην.
Ἥρη δʼ ὠκυπέδιλος, ἐειδομένη δέμας Ἰνδῷ,
οὐλοκόμῳ Μελανῆι μὴ οἴνοπα θύρσον ἀείρειν
Ἀστράεντα κέλευε, δορυσσόον ὄρχαμον ἀνδρῶν,
μηδὲ φιλακρήτων Σατύρων ἀλάλαγμα γεραίρειν,
ἀλλὰ μάχην ἄσπονδον ἀναστῆσαι Διονύσῳ·
καί τινα μῦθον ἔειπε παραιφαμένη πρόμον Ἰνδῶν·
Ἡδὺς ὁ δειμαίνων ἁπαλὴν στίχα θηλυτεράων.
Ἀστράεις, πολέμιζε· κορύσσεο καὶ σύ, Κελαινεῦ,
χαλκὸν ἔχων τμητῆρα κορυμβοφόρου Διονύσου·