Ancient Greek · ~8 min
Book 14, lines 14.49-14.104
Nonnus of Panopolis, Διονυσιακά 14.49-104
Not analysed yet
τοῖς ἔπι Κενταύρων διφυὴς πρηεῖα γενέθλη·
ἵππιον εἶδος ἔχοντι Φόλῳ συνομάρτεε Χείρων
ἀλλοφυής, ἀδάμαστος, ἔχων ἀχάλινον ὑπήνην.
Κυκλώπων δὲ φάλαγγες ἐπέρρεον· ὧν ἐνὶ χάρμῃ
χερσὶν ἀθωρήκτοισιν ἀκοντίζοντο κολῶναι
ἔγχεα πετρήεντα, καὶ ἀσπίδες ἦσαν ἐρίπναι,
καὶ σκοπιὴ λοφόεσσα χαραδραίη πέλε πήληξ,
καὶ Σικελοὶ σπινθῆρες ἔσαν φλογόεντες ὀιστοί·
καὶ σέλας αἰθύσσοντες ἐθήμονος ἐσχαρεῶνος
πυρσοφόροις παλάμῃσιν ἐθωρήσσοντο μαχηταί,
Βρόντης τε Στερόπης τε καὶ Εὐρύαλος καὶ Ἐλατρεὺς
Ἄργης τε Τράχιός τε καὶ αὐχήεις Ἁλιμήδης.
ἀλλὰ τόσος καὶ τοῖος ἐλείπετο μοῦνος Ἐνυοῦς
ἀγχινεφὴς Πολύφημος, ἀπόσπορος ἐννοσιγαίου,
ὅττί μιν ὑγροκέλευθος ἐρήτυεν αὐτόθι μίμνειν
ἄλλος Ἔρως πολέμοιο φιλαίτερος· εἰσορόων γὰρ
ἡμιφανῆ Γαλάτειαν ἐπέκτυπε γείτονι πόντῳ,
νυμφιδίῃ σύριγγι χέων φιλοπάρθενον ἠχώ.
καὶ σκοπέλων ναετῆρες ἀπʼ αὐτορόφοιο μελάθρου,
οὔνομα Πανὸς ἔχοντες, ἐρημονόμου γενετῆρος,
Πᾶνες ἐθωρήχθησαν ὁμήλυδες, ὧν ἐπὶ μορφῇ
ἀνδρομέῃ κεκέραστο δασύτριχος αἰγὸς ὀπωπή·
καὶ νόθον εἶδος ἔχοντες ἐυκραίροιο καρήνου
δώδεκα Πᾶνες ἔσαν κεραελκέες, ἀρχεγόνου δὲ
Πανὸς ἑνὸς γεγάασιν ὀρεσσαύλοιο τοκῆος.
τὸν μὲν ἐφημίξαντο Κελαινέα μάρτυρι μορφῇ,
τὸν δὲ φυῆς Ἀργεννὸν ὁμώνυμον· Αἰγικόρῳ δὲ
ἅρμενον οὔνομα θῆκαν, ἐπεὶ νομίῃ παρὰ ποίμνῃ
αἰγείων κεκόρητο περιθλίβων γάλα μαζῶν·
ἄλλος δʼ Ἠυγένειος ἀκούετο θεσπέσιος Πὰν
ἀμφιλαφῆ πλοκάμοισιν ἔχων λειμῶνα γενείου·
καὶ νομίῳ κεκόρυστο σὺν Ὠμηστῆρι Δαφοινεύς·
καὶ Φόβος ὡμάρτησε δασυκνήμιδι Φιλάμνῳ·
Ξάνθῳ Γλαῦκος ἵκανεν ὁμόστολος· ἀντιτύποις γὰρ
Γλαῦκος ἑοῖς μελέεσσιν ὁμόχροος ἔσκε θαλάσσῃ
γλαυκιόων, καὶ Ξάνθος ἔχων ξανθόχροα χαίτην
οὔνομα τοῖον ἔδεκτο κερασφόρος ἀστὸς ἐρίπνης·
καὶ θρασὺς Ἄργος ἵκανε φέρων χιονώδεα χαίτην.
τοῖσιν ἔσαν δύο Πᾶνες ὁμήλυδες, οὓς τέκεν Ἑρμῆς
κεκριμένῃ φιλότητι μιγεὶς διδυμάοσι Νύμφαις·
τὸν μὲν ὀρεστιάδος Σώσης μετανεύμενος εὐνὴν
μαντιπόλου σπέρμηνε θεηγόρον ἔμπλεον ὀμφῆς,
Ἀγρέα θηροφόνῳ μελέτῃ πεπυκασμένον ἄγρης·
τὸν δὲ νομαῖς ὀίων Νόμιον φίλον, ὁππότε Νύμφης
δέμνιον ἀγραύλοιο διέστιχε Πηνελοπείης,
ποιμενίῃ σύριγγι μεμηλότα. τοῖς ἅμα Φόρβας
ὠμηστὴς ἀκόρητος ὁμόστολον εἶχε πορείην.
καὶ παλάμην νάρθηκι γέρων Σειληνὸς ἐρείσας
δισσοφυὴς κεκόρυστο κερασφόρος υἱὸς ἀρούρης,
τρισσοὺς παῖδας ἄγων θιασώδεας· εἰς ἐνοπὴν γὰρ
Ἀστραῖος κεκόρυστο, Μάρων κίεν, ἕσπετο Ληνεύς,
χεῖρας ἐλαφρίζοντες ὀριπλανέος γενετῆρος
γηροκόμοις ῥοπάλοισι· λιποσθενέων δὲ γερόντων
νωχελὲς ἀμπελόεντι δέμας κουφίζετο βάκτρῳ,
ὧν μάλα πουλυέτηρος ἔην χρόνος, ὧν ἄπο θερμὴ
πουλυγάμων Σατύρων διφυὴς ἀνέτελλε γενέθλη.