Ancient Greek · ~8 min
Book 14, lines 14.105-14.158
Nonnus of Panopolis, Διονυσιακά 14.105-158
Not analysed yet
καὶ Σατύρους κερόεντας ἐκόσμεον ἡγεμονῆες
Ποιμένιος Θίασός τε καὶ Ὑψίκερως καὶ Ὀρέστης,
καὶ κεραῷ Φλεγραῖος ἐφωμάρτησε Ναπαίῳ·
ἦλθε Γέμων, κεκόρυστο Λύκων θρασύς· ἀκροπότῃ δὲ
πετραίῳ γελόωντι φιλέψιος ἕσπετο Φηρεύς,
καὶ Λάμις οὐρεσίφοιτος ὁμόστολον εἶχε πορείην
Ληνοβίῳ, καὶ Σκιρτὸς ἐκώμασε σύνδρομος Οἴστρῳ,
σὺν δὲ Φερεσπόνδῳ Λύκος ἤιεν, ἠχέτα κῆρυξ,
καὶ Πρόνομος πραπίδεσσι κεκασμένος, οὓς τέκεν Ἑρμῆς
ἰφθίμην κρυφίοισιν ὑποζεύξας ὑμεναίοις,
τήν ποτε Δῶρος ἔτικτε, Διὸς βλάστημα γενέθλης,
ῥίζα γονῆς Ἕλληνος, ἀπʼ ἀρχεγόνοιο δὲ Δώρου
Δωρίδος ἐβλάστησεν Ἀχαικὸν αἷμα γενέθλης·
τοῖσι γέρας καὶ σκῆπτρον ἐπέτρεπεν Εἰραφιώτης
οὐρανίου κήρυκος ἀεξινόοιο τοκῆος.
αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις
πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ
μοῦνον ἀπειλητῆρες ἀεὶ φεύγοντες Ἐνυώ,
νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί,
ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων
οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν·
τῶν ὀλίγοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης
παντοίην ἐδίδαξε μεληδόνα δηιοτῆτος,
κοσμῆσαι δὲ φάλαγγα· κορυσσομένου δὲ Λυαίου
οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο Βοείαις,
οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων,
ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας,
οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις,
οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων
ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα·
τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ
ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης,
ψεδνὴ δʼ ὀκριόεντι καρήατι φύετο χαίτη
ἀκροφανὴς σκολιοῖσιν ἐπʼ ὄμμασιν, οὔατα δʼ ἄμφω
νισσομένων πτερόεντες ἀνερρίπιζον ἀῆται
ἰθυτενῆ, λασίοισιν ἐπικτυπέοντα γενείοις
ἐκταδόν, ἱππείη δὲ τιταινομένη διὰ νώτου
ὄρθιος ἀμφιέλικτος ἀπʼ ἰξύος ἔρρεεν οὐρή.
Ἀλλοφυὴς δʼ ἑτέρη Κενταυριὰς ἵκετο φύτλη,
Φηρῶν εὐκεράων λάσιον γένος, οἷς πόρεν Ἥρη
ἀνδροφυὲς δέμας ἄλλο κερασφόρον· ὑγρογόνων γὰρ
Νηιάδων ποτὲ παῖδες ἔσαν βροτοειδέι μορφῇ,
ἃς Ὑάδας καλέουσι, Λάμου ποταμηίδα φύτλην,
καὶ Διὸς εὐώδινα τιθηνήσαντο γενέθλην,
Βάκχον ἔτι πνείοντα πολυρραφέος τοκετοῖο,
παιδοκόμοι ῥυτῆρες ἀθηήτου Διονύσου,
οὐ ξένον εἶδος ἔχοντες· ἐνὶ σκοτίῳ δὲ μελάθρῳ
πολλάκι πηχύναντο κεκυφότι κοῦρον ἀγοστῷ,
αἰθέρα παππάζοντα, Διὸς πατρώιον ἕδρην,
εἰσέτι κουρίζοντα, σοφὸν βρέφος. ἀρτιτόκῳ δὲ
πῇ μὲ ἔην ἐρίφῳ πανομοίιος, ἔνδοθι μάνδρης
κρυπτόμενος, δολιχῇ δὲ δέμας πυκνώσατο χαίτῃ
ἀλλοφανής, δολίων δὲ χέων βληχηθμὸν ὀδόντων
ἴχνεσιν αἰγείοισι νόθην μιμήσατο χηλήν·