Ancient Greek · ~7 min
Book 15, lines 15.208-15.257
Nonnus of Panopolis, Διονυσιακά 15.208-257
Not analysed yet
καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων
εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ,
εἴκελος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κύπρις
ἀργεννὴν ἐνόμευεν ὀρεσσινόμων στίχα ταύρων
κεστὸν ἐλαφρίζουσα βοοσσόον· ἀμφὶ δὲ λόχμην
βουκόλος ἀγρώσσουσαν ἰδὼν χιονώδεα κούρην
οὐ βοέης ἀγέλης ἐμπάζετο· φοιταλέη δὲ
εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη
ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος,
καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις
ποιμένα μαστεύουσα· νέος δʼ ἐπλάζετο βούτης
παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου.
καὶ δολόεις ἐρέθιζεν Ἔρως ποθέοντα νομῆα
οἴστρῳ λαβροτέρῳ δεδονημένον· ἐν σκοπέλοις γὰρ
παρθενικῆς ἀκίχητον ἐπεσσυμένης δρόμον ἄγρης
πέπλον ὅλον κόλπωσεν ἐς ἠέρα κοῦφος ἀήτης·
καὶ χροὸς ἤνθεε κάλλος· ἐλευκαίνοντο δὲ μηροὶ
καὶ σφυρὰ φοινίσσοντο, καὶ ὡς κρίνον, ὡς ἀνεμώνη
χιονέων μελέων ῥοδόεις ἀνεφαίνετο λειμών·
καὶ νέος ἱμερόφοιτος ἔχων ἀκόρητον ὀπωπὴν
ἀσκεπέων ἐδόκευεν ἐλεύθερον ἄντυγα μηρῶν
[]χώδεα [
βότρυν ὀπισθοπόροιο κόμης ἐλέλιζεν ἀήτης
κουφίζων ἑκάτερθεν, ἀειρομένων δὲ κομάων
λευκοφαὴς σελάγιζε μέσος γυμνούμενος αὐχήν.
καὶ νέος οὐρεσίφοιτος ὁμάρτεε πολλάκι κούρῃ,
πῇ μὲν ἐπιψαύων σταλίκων ἢ τόξον ἀφάσσων,
πῇ δὲ ποθοβλήτοιο τιταινομένοιο βελέμνου
ἱμερτῆς ἐδόκευε ῥοδόχροα δάκτυλα κούρης·
εἴ ποτε τοξεύουσα κέρας κυκλώσατο νευρῇ,
καὶ παλάμη γυμνοῦτο, λαθὼν νέος ὄμματι λοξῷ
λευκὸν ὀιστευτῆρα βραχίονα δέρκετο κούρης,
ὄμμα παλινδίνητον ἄγων, ὀχετηγὸν Ἐρώτων,
εἰ τόσον, ὡς Νίκαια, πέλε λευκώλενος Ἥρη·
ἑσπερίην δʼ ἐπὶ πέζαν ἑὴν ἐτίταινεν ὀπωπήν,
εἰ πλέον ἀργυφέη πέλε παρθένος, ἠὲ Σελήνη.
καὶ νέος, ἀμφιέπων ὑποκάρδιον ἕλκος Ἐρώτων,
ἐγγὺς ἐὼν καὶ νόσφιν ἐὼν ἐμνώετο κούρης,
πῶς βέλος εἰς σκοπὸν εἷλκεν ὀρειάδος ἀντίον ἄρκτου,
πῶς δὲ λεοντείῃ παλάμην ἐσφίγξατο δειρῇ
δίζυγα γυρώσασα βραχίονα μάρτυρι δεσμῷ,
πῶς πάλιν ἱδρώουσα λοέσσατο χεύματι πηγῆς
ἡμιφανής, καὶ μᾶλλον ἀεὶ μιμνήσκετο πέπλου,
ὁππότε μιν δονέων καὶ ἐς ὀμφαλὸν ἄχρις ἀείρων
γυμνώσας χροὸς ἄνθος ἀνηκόντιζεν ἀήτης·
κείνου μνῆστιν ἔχων γλυκερὰς ἱκέτευεν ἀέλλας,
ὄφρα πάλιν βαθύκολπον ἀναστείλωσι χιτῶνα.
καὶ νέος ἀστήρικτος ἐυκραίρῳ παρὰ ποίμνῃ
γείτονα θηρεύουσαν ἰδὼν ὑψαύχενα κούρην
τοῖον ἀπερροίβδησεν ἔπος ζηλήμονι φωνῇ·