Ancient Greek · ~7 min
Book 15, lines 15.258-15.299
Nonnus of Panopolis, Διονυσιακά 15.258-299
Not analysed yet
Αἴθε βέλος γενόμην ἢ δίκτυον ἠὲ φαρέτρη,
αἴθε βέλος γενόμην θηροκτόνον, ὄφρά με γυμναῖς
χερσὶν ἐλαφρίσσειεν· ὀπισθοτόνοιο δὲ τόξου
εἴην νεῦρα βόεια πολὺ πλέον, ὄφρά με μαζῷ
χιονέῳ πελάσειε σαόφρονος ἔκτοθι μίτρης,
ναὶ δαμάλη, ναὶ μόσχε, σαόφρονος ἔκτοθι μίτρης.
παρθένε, κουφίζεις βέλος ὄλβιον· ὑμέτεροι δὲ
ὕμνου μηλονόμοιο μακάρτεροί εἰσιν ὀιστοί,
ὅττι τεῶν ψαύουσιν ἐρωτοτόκων παλαμάων.
σοῖς γλυκεροῖς σταλίκεσσιν ἀφωνήτοισι μεγαίρω·
οὐδὲ μόνον σταλίκων με φέρει πόθος· ἀλλὰ καὶ αὐτοῦ
ζῆλον ἔχω τόξοιο καὶ ἀπνεύστοιο φαρέτρης.
αἴθε μεσημβρίζουσα ποθοβλήτῳ παρὰ πηγῇ
γυῖα καταψύξειεν, ἴδω δʼ ὑψαύχενα κούρην,
ναὶ δαμάλη, ναὶ μόσχε, δίχα φθονεροῖο χιτῶνος.
οὔ πώ μοι, Κυθέρεια, τόσην ᾤκτειρας ἀνάγκην;
Θρινακίην οὐκ οἶδα καὶ οὐ κεραελκέα ποίμνην,
οὐ βόας Ἠελίοιο κατʼ οὔρεα ταῦτα νομεύω,
οὐ κρυφίην ἤγγειλε πατὴρ ἐμὸς Ἄρεος εὐνήν.
παρθένε, μή με δίωκε, καὶ εἰ βόας εἰς νομὸν ἕλκω·
οὐρανίων λεχέων ἐπιβήτορές εἰσι νομῆες·
Τιθωνὸς ῥοδόεις πέλε νυμφίος, ὃν διὰ μορφὴν
δίφρον ἐὸν στήσασα φαεσφόρος ἥρπασεν Ἠώς·
καὶ Διὸς οἰνοχόος πέλε βουκόλος, ὃν διὰ κάλλος
φειδομένοις ὀνύχεσσιν ἐκούφισεν ὑψιπέτης Ζεύς.
δεῦρο, βόας ποίμαινε, καὶ ὁπλοτέρην σε καλέσσω
ἄλλῳ βουκολέοντι σὺν Ἐνδυμίωνι Σελήνην·
ῥῖπτε βέλος καὶ ψαῦε καλαύροπος, ὄφρά τις εἴπῃ·
Ὕμνου μηλονόμοιο βόας Κυθέρεια νομεύει.
ὣς φάτο καὶ λιτάνευε, φίλων δʼ ἐδράξατο γούνων
χερσὶ γυναιμανέεσσι, καὶ ἕσπετο, καί οἱ ἐνίψαι
ἔτρεμεν οἶστρον Ἔρωτος, ἑῇ δʼ ὑπεμέμφετο σιγῇ.
καί ποτε θάρσος ἔχων γαμίων ὑποεργὸν Ἐρώτων
κείμενα Νικαίης ἀνεκούφισεν ἔντεα θήρης,
καὶ δόρυ θοῦρον ἄειρε, πόθου δʼ ὑπό μείζονι κέντρῳ
κούρης χωομένης γλυκερὴν ἤειρε φαρέτρην,
καὶ κύσε δίκτυα κωφὰ καὶ οὐ πνείοντας ὀιστούς,
χείλεσι τερπομένοισι μιαιφόνον ἰὸν ἐρείσας,
καὶ στέρνοις ἐπέλασσεν ἀφειδέι χειρὶ πιέζων·
καί τινα μῦθον ἔειπεν ἀδουπήτῳ τινὶ φωνῇ·
Πρὸς Παφίης, φθέγξασθε πάλιν, δρύες, ὡς ἐπὶ Πύρρης,
ὡς ἐπὶ Δευκαλίωνος, ἐλέγξατε λυσσάδα κούρην.