Ancient Greek · ~6 min
Book 15, lines 15.386-15.422
Nonnus of Panopolis, Διονυσιακά 15.386-422
Not analysed yet
ὄμμασι δʼ ἀκλαύτοισι λεοντείων ἐπὶ δίφρων
Δινδυμὶς ἠιθέοιο δεδουπότος ἔστενε Ῥείη,
μήτηρ Ζηνός, ἄνασσα· καὶ ὀλλυμένου μόρον Ὕμνου
ἡ γάμον ἐχθαίρουσα κινύρετο παρθένος Ἠχώ.
καὶ δρύες ἐφθέγξαντο· τί σοι τόσον ἤλιτε βούτης;
μή ποτέ σοι Κυθέρεια, μὴ Ἄρτεμις ἵλαος εἴη.
ἔδρακε δʼ Ἀδρήστεια, μιαιφόνον ἔδρακε κούρην,
ἔδρακεν Ἀδρήστεια νέκυν σπαίροντα σιδήρῳ,
καὶ νέκυν ἀρτιδάικτον ἐδείκνυε Κυπρογενείῃ,
μέμψατο δʼ αὐτὸν Ἔρωτα. καὶ εὐπετάλῳ παρὰ λόχμῃ
ὕμνον ἐποικτείροντος ἐλείβετο δάκρυα ταύρου,
καὶ δάμαλις δάκρυσε, καὶ ἔστενεν ἀχνυμένη βοῦς
ποιμένος ἀσπαίροντος, ἔοικε δὲ τοῦτο βοῆσαι·
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
παρθενικὴ ποθέοντα κατέκτανεν, ἀντὶ δὲ φίλτρων
πότμον μισθὸν ἔδωκε, ποθοβλήτου δὲ νομῆος
αἵματι χαλκὸν ἔβαψε καἰ ἔσβεσε πυρσὸν Ἐρώτων—
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη—
καὶ Νύμφας ἀκάχησεν, ὀρειάδος οὐ κλύε πέτρης,
οὐ πτελέης ἤκουσε καὶ οὐκ ᾐδέσσατο πεύκην
λισσομένην· μὴ πέμπε βέλος, μὴ κτεῖνε νομῆα.
καὶ λύκος ἔστενεν Ὕμνον, ἀναιδέες ἔστενον ἄρκτοι,
καὶ βλοσυροῖς βλεφάροισι λέων ὠδύρετο βούτην·
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
ἄλλο λέπας δίζεσθε, βόες, μαστεύσατε, ταῦροι,
ξεῖνον ὄρος· ποθέων γὰρ ἐμὸς γλυκὺς ὤλετο βούτης.
θηλυτέρῃ παλάμῃ δεδαϊγμένος. εἰς τίνα λόχμην
ἴχνος ἄγω; σώζεσθε, νομαί, σώζεσθε, χαμεῦναι.
Βούτης καλὸς ὄλωλε, καλὴ δέ μιν ἔκτανε κούρη.
χαίρετέ μοι, σκοπιαί τε καὶ οὔρεα, χαίρετε, πηγαί,
χαίρετε, Νηιάδες, καὶ ἐμαὶ δρύες. ἀμφότεροι δὲ
Πὰν νόμιος καὶ Φοῖβος ἀνίαχον· αὐλός ἀλάσθω.
πῇ Νέμεσις; πῇ Κύπρις; ἔρως, μὴ ψαῦε φαρέτρης·
σύριγξ, μηκέτι μέλπε· λιγύθροος ὤλετο βούτης.
δειλαίου δὲ νομῆος ἀμεμφέα λύθρον Ἐρώτων
γνωτῇ φοῖβος ἔδειξε, καὶ ἔστενεν Ἄρτεμις αὐτὴ
ὕμνου νεκρὸν ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων.