Ancient Greek · ~7 min
Book 15, lines 15.342-15.385
Nonnus of Panopolis, Διονυσιακά 15.342-385
Not analysed yet
ἢν δὲ κατακτείνῃς με τεῷ φρενοθελγέι τόξῳ,
παρθένε, μὴ φλέξειας ἐμὸν δέμας ἠθάδι πυρσῷ·
πυρκαϊῆς ἑτέρης οὐ δεύομαι· ἀλλὰ σύ, κούρη,
μοῦνον ἐμοὶ φθιμένῳ γλυκερὴν περίχευε κονίην
χειρὶ τεῇ, πυμάτην ὀλίγην χάριν, ὄφρά τις εἴπῃ·
παρθένος ὡς ἐλέαιρε, τὸν ἔκτανε. μηδὲ θανόντος
αὐλὸς ἐμός, μὴ πηκτὶς ἐμῷ περὶ σήματι κείσθω,
ποιμενίην μὴ βάλλε καλαύροπα, μάρτυρα τέχνης·
ἀλλὰ κατακταμένοιο τεὸν βέλος ὑψόθι τύμβου
πῆξον, ἐμῷ δυσέρωτι λελουμένον εἰσέτι λύθρῳ.
δὸς δέ μοι ὑστατίην ἑτέρην χάριν ὑψόθι τύμβου
ἄνθεα Ναρκίσσοιο ποθοβλήτοιο γενέσθω
ἢ κρόκος ἱμερόεις ἢ Μίλακος ἄνθος Ἐρώτων,
εἰαρινὴν δὲ φύτευε μινυνθαδίην ἀνεμώνην
πᾶσιν ἀπαγγέλλουσαν ἐμὴν μινυώριον ἥβην.
εἰ δέ σε μὴ τέκε πόντος ἀμείλιχος ἠὲ κολῶναι,
βαιὸν ἐμοῖ χέε δάκρυ, τόσον μόνον, ὅσσον ἐέρσαις
ἱμερτῆς ῥοδόεντα παρηίδος ἄκρα διαίνειν,
χειρὶ δὲ σεῖο χάραξον ἔπος τόδε πενθάδι μίλτῳ·
ἐνθάδε βουκόλος Ὕμνος, ὃν ἔκτανεν ἄμμορον εὐνῆς
παρθενικὴ Νίκαια καὶ ἐκτερέιξε θανόντα.
ὣς φαμένου Νίκαια χολώετο· λυσσαλέη δὲ
λοίγιον ἰοβόλου γυμνώσατο πῶμα φαρέτρης
καὶ βέλος ἰθυκέλευθον ἀνείρυσεν, ἐκταδίη δὲ
κυρτὸν ὀπισθοτόνοιο κέρας κυκλώσατο τόξου,
ἠνεμόεν δὲ βέλεμνον ἐς ἀνθερεῶνα νομῆος
φθεγγομένου προέηκε, καὶ ἄσχετος ἰὸς ἀλήτης
μῦθον ἔτι προχέοντα μέσῳ σφρηγίσσατο δεσμῷ.
ἀλλʼ οὐ νεκρὸς ἄδακρυς ἔην τότε· μεμφομένη δὲ
ἀνδροφόνον Νίκαιαν ὀρεστιὰς ἄχνυτο Νύμφη,
μυρομένη νέκυν Ὕμνον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
Ῥυνδακὶς ὑγροφόρητος ἀσάμβαλος ἔστενε κούρη·
νηιάδες δʼ ἔκλαυσαν· ὑπὲρ Σιπύλοιο δὲ γείτων
δάκρυσιν αὐτοχύτοις Νιόβης πλέον ἔστενε πέτρη.
κούρη δʼ ὁπλοτάτη, γαμίων ἔτι νῆις Ἐρώτων,
μή πω Βουκολίωνος ὁμιλήσασα χαμεύνῃ,
Νηὶς Ἀβαρβαρέη νεμεσίζετο πολλάκι νύμφῃ·
ἀμφὶ δέ Δίνδυμον ἄκρον ὁμήλυδες ἐγγύθι λόχμης
Ἀστακίδες μέμψαντο Κυβηλίδος ἤθεα νύμφης,
αἴλινα δʼ ἐφθέγξαντο· καὶ οὐ τόσον αἴθοπι πότμῳ
Ἡλιάδες Φαέθοντος ἐδακρύσαντο θανόντος.
καὶ φονίης ἀδάμαστον ὀπιπεύων φρένα κούρης
τόξον Ἔρως ἔρριψε, καὶ ὅρκιον ὤμοσε βούτην,
παρθενικὴν ἀέκουσαν ὑποζεῦξαι Διονύσῳ.